< Ψαλμοί 5 >
1 εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ Δαυιδ τὰ ῥήματά μου ἐνώτισαι κύριε σύνες τῆς κραυγῆς μου
For the end, a Psalm of David, concerning her that inherits. Listen to my words, O Lord, attend to my cry.
2 πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὅτι πρὸς σὲ προσεύξομαι κύριε
Attend to the voice of my supplication, my King, and my God: for to you, O Lord, will I pray.
3 τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι
In the morning you shall hear my voice: in the morning will I wait upon you, and will look up.
4 ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ οὐδὲ παροικήσει σοι πονηρευόμενος
For you are not a god that desires iniquity; neither shall the worker of wickedness dwell with you.
5 οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν
Neither shall the transgressors continue in your sight: you hate, O Lord, all them that work iniquity.
6 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος
You will destroy all that speak falsehood: the Lord abhors the bloody and deceitful man.
7 ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου
But I will enter into your house in the multitude of your mercy: I will worship in your fear toward your holy temple.
8 κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου
Lead me, O Lord, in your righteousness because of mine enemies; make my way plain before your face.
9 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια ἡ καρδία αὐτῶν ματαία τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν
For there is no truth in their mouth; their heart is vain; their throat is an open sepulchre; with their tongues they have used deceit.
10 κρῖνον αὐτούς ὁ θεός ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς ὅτι παρεπίκρανάν σε κύριε
Judge them, O God; let them fail of their counsels: cast them out according to the abundance of their ungodliness; for they have provoked you, O Lord.
11 καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου
But let all that trust on you be glad in you: they shall exult for ever, and you shall dwell among them; and all that love your name shall rejoice in you.
12 ὅτι σὺ εὐλογήσεις δίκαιον κύριε ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς
For you, Lord, shall bless the righteous: you have compassed us as with a shield of favor.