< Ψαλμοί 48 >
1 ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε δευτέρᾳ σαββάτου μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὄρει ἁγίῳ αὐτοῦ
«Ωιδή Ψαλμού διά τους υιούς Κορέ.» Μέγας ο Κύριος και αινετός σφόδρα εν τη πόλει του Θεού ημών, τω όρει της αγιότητος αυτού.
2 εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς ὄρη Σιων τὰ πλευρὰ τοῦ βορρᾶ ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου
Ωραίον την θέσιν, χαρά πάσης της γης, είναι το όρος Σιών, προς τα πλάγια του βορρά· η πόλις του Βασιλέως του μεγάλου·
3 ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτῆς
ο Θεός εν τοις παλατίοις αυτής γνωρίζεται ως προπύργιον.
4 ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό
Διότι, ιδού, οι βασιλείς συνήχθησαν· διήλθον ομού.
5 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν
Αυτοί, ως είδον, εθαύμασαν· εταράχθησαν και μετά σπουδής έφυγον.
6 τρόμος ἐπελάβετο αὐτῶν ἐκεῖ ὠδῖνες ὡς τικτούσης
Τρόμος συνέλαβεν αυτούς εκεί· πόνοι ως τικτούσης.
7 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις
Δι' ανέμου ανατολικού συντρίβεις τα πλοία της Θαρσείς.
8 καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα διάψαλμα
Καθώς ηκούσαμεν, ούτω και είδομεν εν τη πόλει του Κυρίου των δυνάμεων, εν τη πόλει του Θεού ημών· ο Θεός θέλει θεμελιώσει αυτήν εις τον αιώνα. Διάψαλμα.
9 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου
Μελετώμεν, Θεέ, το έλεός σου εν μέσω του ναού σου.
10 κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς δικαιοσύνης πλήρης ἡ δεξιά σου
Κατά το όνομά σου, Θεέ, ούτω και η αίνεσίς σου είναι έως των περάτων της γής· η δεξιά σου είναι πλήρης δικαιοσύνης.
11 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
Ας ευφραίνεται το όρος Σιών, ας αγάλλωνται αι θυγατέρες του Ιούδα διά τας κρίσεις σου.
12 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς
Κυκλώσατε την Σιών και περιέλθετε αυτήν· αριθμήσατε τους πύργους αυτής.
13 θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν
Θέσατε την προσοχήν σας εις τα περιτειχίσματα αυτής· περιεργάσθητε τα παλάτια αυτής· διά να διηγήσθε εις γενεάν μεταγενεστέραν·
14 ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας
Διότι ούτος ο Θεός είναι ο Θεός ημών εις τον αιώνα του αιώνος· αυτός θέλει οδηγεί ημάς μέχρι θανάτου.