< Ψαλμοί 46 >

1 εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ὑπὲρ τῶν κρυφίων ψαλμός ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα
«Εις τον πρώτον μουσικόν, διά τους υιούς Κορέ· ωδή επί Αλαμώθ.» Ο Θεός είναι καταφυγή ημών και δύναμις, βοήθεια ετοιμοτάτη εν ταις θλίψεσι.
2 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν
Διά τούτο δεν θέλομεν φοβηθή, και αν σαλευθή η γη και μετατοπισθώσι τα όρη εις το μέσον των θαλασσών·
3 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ διάψαλμα
και αν ηχώσι και ταράττωνται τα ύδατα αυτών· και σείωνται τα όρη διά το έπαρμα αυτών. Διάψαλμα.
4 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος
Ποταμός, και οι ρύακες αυτού θέλουσιν ευφραίνει την πόλιν του Θεού, τον άγιον τόπον των σκηνωμάτων του Υψίστου.
5 ὁ θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί
Ο Θεός είναι εν τω μέσω αυτής· δεν θέλει σαλευθή· θέλει βοηθήσει αυτήν ο Θεός από του χαράγματος της αυγής.
6 ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλεῖαι ἔδωκεν φωνὴν αὐτοῦ ἐσαλεύθη ἡ γῆ
Εφρύαξαν τα έθνη· εσαλεύθησαν αι βασιλείαι· έδωκε φωνήν αυτού· η γη ανελύθη.
7 κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ διάψαλμα
Ο Κύριος των δυνάμεων είναι μεθ' ημών· προπύργιον ημών είναι ο Θεός του Ιακώβ. Διάψαλμα.
8 δεῦτε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς
Έλθετε, ιδέτε τα έργα του Κυρίου· οποίας καταστροφάς έκαμεν εν τη γη.
9 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί
Καταπαύει τους πολέμους έως των περάτων της γής· συντρίβει τόξον και κατακόπτει λόγχην· καίει αμάξας εν πυρί.
10 σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν ὑψωθήσομαι ἐν τῇ γῇ
Ησυχάσατε και γνωρίσατε ότι εγώ είμαι ο Θεός· θέλω υψωθή μεταξύ των εθνών· θέλω υψωθή εν τη γη.
11 κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ
Ο Κύριος των δυνάμεων είναι μεθ' ημών· προπύργιον ημών είναι ο Θεός του Ιακώβ. Διάψαλμα.

< Ψαλμοί 46 >