< Ψαλμοί 41 >
1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος
«Εις τον πρώτον μουσικόν. Ψαλμός του Δαβίδ.» Μακάριος ο επιβλέπων εις τον πτωχόν· εν ημέρα θλίψεως θέλει ελευθερώσει αυτόν ο Κύριος.
2 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ
Ο Κύριος θέλει φυλάξει αυτόν και διατηρήσει την ζωήν αυτού· μακάριος θέλει είσθαι επί της γής· και δεν θέλεις παραδώσει αυτόν εις την επιθυμίαν των εχθρών αυτού.
3 κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ
Ο Κύριος θέλει ενδυναμόνει αυτόν επί της κλίνης της ασθενείας· εν τη αρρωστία αυτού συ θέλεις στρόνει όλην την κλίνην αυτού.
4 ἐγὼ εἶπα κύριε ἐλέησόν με ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι
Εγώ είπα, Κύριε, ελέησόν με· ίασαι την ψυχήν μου, διότι ήμαρτον εις σε.
5 οἱ ἐχθροί μου εἶπαν κακά μοι πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ
Οι εχθροί μου λέγουσι κακά περί εμού, Πότε θέλει αποθάνει, και θέλει απολεσθή το όνομα αυτού;
6 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν μάτην ἐλάλει ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
Και εάν τις έρχηται να με ίδη, ομιλεί ματαιότητα· η καρδία αυτού συνάγει εις εαυτήν ανομίαν· εξελθών έξω, λαλεί αυτήν.
7 ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ’ ἐμοῦ ἐλογίζοντο κακά μοι
Κατ' εμού ψιθυρίζουσιν ομού πάντες οι μισούντές με· κατ' εμού διαλογίζονται κακά λέγοντες,
8 λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
Πράγμα κακόν εκολλήθη εις αυτόν· και κατάκοιτος ων δεν θέλει πλέον σηκωθή.
9 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ’ ὃν ἤλπισα ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν
Και αυτός ο άνθρωπος, μετά του οποίου έζων ειρηνικώς, επί τον οποίον ήλπισα, όστις έτρωγε τον άρτον μου, εσήκωσεν επ' εμέ πτέρναν.
10 σὺ δέ κύριε ἐλέησόν με καὶ ἀνάστησόν με καὶ ἀνταποδώσω αὐτοῖς
Αλλά συ, Κύριε, ελέησόν με και ανάστησόν με, και θέλω ανταποδώσει εις αυτούς.
11 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμέ
Εκ τούτου γνωρίζω ότι συ με ευνοείς, επειδή δεν θριαμβεύει κατ' εμού ο εχθρός μου.
12 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα
Εμέ δε, συ με εστήριξας εις την ακεραιότητά μου, και με εστερέωσας ενώπιόν σου εις τον αιώνα.
13 εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα γένοιτο γένοιτο
Ευλογητός Κύριος ο Θεός του Ισραήλ, απ' αιώνος και έως αιώνος. Αμήν και αμήν.