< Ψαλμοί 40 >

1 εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμός ὑπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου
To the Overseer. — A Psalm of David. I have diligently expected Jehovah, And He inclineth to me, and heareth my cry,
2 καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου
And He doth cause me to come up From a pit of desolation — from mire of mud, And He raiseth up on a rock my feet, He is establishing my steps.
3 καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν ὕμνον τῷ θεῷ ἡμῶν ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον
And He putteth in my mouth a new song, 'Praise to our God.' Many do see and fear, and trust in Jehovah.
4 μακάριος ἀνήρ οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς
O the happiness of the man Who hath made Jehovah his trust, And hath not turned unto the proud, And those turning aside to lies.
5 πολλὰ ἐποίησας σύ κύριε ὁ θεός μου τὰ θαυμάσιά σου καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι ἀπήγγειλα καὶ ἐλάλησα ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν
Much hast Thou done, Jehovah my God; Thy wonders and Thy thoughts toward us, There is none to arrange unto Thee, I declare and speak: They have been more than to be numbered.
6 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας ὠτία δὲ κατηρτίσω μοι ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας
Sacrifice and present Thou hast not desired, Ears Thou hast prepared for me, Burnt and sin-offering Thou hast not asked.
7 τότε εἶπον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ
Then said I, 'Lo, I have come,' In the roll of the book it is written of me,
8 τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου
To do Thy pleasure, my God, I have delighted, And Thy law [is] within my heart.
9 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω κύριε σὺ ἔγνως
I have proclaimed tidings of righteousness In the great assembly, lo, my lips I restrain not, O Jehovah, Thou hast known.
10 τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς
Thy righteousness I have not concealed In the midst of my heart, Thy faithfulness and Thy salvation I have told, I have not hidden Thy kindness and Thy truth, To the great assembly.
11 σὺ δέ κύριε μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου
Thou, O Jehovah, restrainest not Thy mercies from me, Thy kindness and Thy truth do continually keep me.
12 ὅτι περιέσχον με κακά ὧν οὐκ ἔστιν ἀριθμός κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου καὶ ἡ καρδία μου ἐγκατέλιπέν με
For compassed me have evils innumerable, Overtaken me have mine iniquities, And I have not been able to see; They have been more than the hairs of my head, And my heart hath forsaken me.
13 εὐδόκησον κύριε τοῦ ῥύσασθαί με κύριε εἰς τὸ βοηθῆσαί μοι πρόσχες
Be pleased, O Jehovah, to deliver me, O Jehovah, for my help make haste.
14 καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά
They are ashamed and confounded together, Who are seeking my soul to destroy it, They are turned backward, And are ashamed, who are desiring my evil.
15 κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι εὖγε εὖγε
They are desolate because of their shame, Who are saying to me, 'Aha, aha.'
16 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε κύριε καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω ὁ κύριος οἱ ἀγαπῶντες τὸ σωτήριόν σου
All seeking Thee rejoice and are glad in Thee, Those loving Thy salvation say continually, 'Jehovah is magnified.'
17 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης κύριος φροντιεῖ μου βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ ὁ θεός μου μὴ χρονίσῃς
And I [am] poor and needy, The Lord doth devise for me. My help and my deliverer [art] Thou, O my God, tarry Thou not.

< Ψαλμοί 40 >