< Ψαλμοί 4 >
1 εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυιδ ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου ἐν θλίψει ἐπλάτυνάς μοι οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου
詩歌,交與樂官,和以絃樂。 我公義的天主!我一呼求你,你就應允了我,我在困苦中,你曾舒暢了我。求你憐憫我,求你俯聽我禱。
2 υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος διάψαλμα
顯貴的人們,你們的心要硬到幾時?你們愛慕虛幻,追求虛偽究竟為何?
3 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν
你們當知:上主特愛對祂虔敬的人,當我呼求上主的時候,祂一定俯允。
4 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε διάψαλμα
你們應戰慄,不可一再作惡,在床上檢討,且要捫心思過。
5 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον
奉上正義的祭獻,對上主全心依盼。
6 πολλοὶ λέγουσιν τίς δείξει ἡμῖν τὰ ἀγαθά ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου κύριε
有許多人說:誰能使我們幸福亨通?上主,望你向我們顯你光榮的儀容。
7 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν
你賜給我心中的歡耀,遠勝過麥和酒的豐饒。
8 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω ὅτι σύ κύριε κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με
在平安中我一躺下即刻入睡,上主,唯有有你能使我安居順遂。