< Ψαλμοί 39 >

1 εἰς τὸ τέλος τῷ Ιδιθουν ᾠδὴ τῷ Δαυιδ εἶπα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου
大衛的詩,交與伶長耶杜頓。 我曾說:我要謹慎我的言行, 免得我舌頭犯罪; 惡人在我面前的時候, 我要用嚼環勒住我的口。
2 ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη
我默然無聲,連好話也不出口; 我的愁苦就發動了,
3 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ ἐλάλησα ἐν γλώσσῃ μου
我的心在我裏面發熱。 我默想的時候,火就燒起, 我便用舌頭說話。
4 γνώρισόν μοι κύριε τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν ἵνα γνῶ τί ὑστερῶ ἐγώ
耶和華啊,求你叫我曉得我身之終! 我的壽數幾何? 叫我知道我的生命不長!
5 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ζῶν διάψαλμα
你使我的年日窄如手掌; 我一生的年數,在你面前如同無有。 各人最穩妥的時候,真是全然虛幻。 (細拉)
6 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος πλὴν μάτην ταράσσονται θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά
世人行動實係幻影。 他們忙亂,真是枉然; 積蓄財寶,不知將來有誰收取。
7 καὶ νῦν τίς ἡ ὑπομονή μου οὐχὶ ὁ κύριος καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν
主啊,如今我等甚麼呢? 我的指望在乎你!
8 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με ὄνειδος ἄφρονι ἔδωκάς με
求你救我脫離一切的過犯, 不要使我受愚頑人的羞辱。
9 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου ὅτι σὺ εἶ ὁ ποιήσας με
因我所遭遇的是出於你, 我就默然不語。
10 ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον
求你把你的責罰從我身上免去; 因你手的責打,我便消滅。
11 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος διάψαλμα
你因人的罪惡懲罰他的時候, 叫他的笑容消滅,如衣被蟲所咬。 世人真是虛幻! (細拉)
12 εἰσάκουσον τῆς προσευχῆς μου κύριε καὶ τῆς δεήσεώς μου ἐνώτισαι τῶν δακρύων μου μὴ παρασιωπήσῃς ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου
耶和華啊,求你聽我的禱告, 留心聽我的呼求! 我流淚,求你不要靜默無聲! 因為我在你面前是客旅, 是寄居的,像我列祖一般。
13 ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω
求你寬容我, 使我在去而不返之先可以力量復原。

< Ψαλμοί 39 >