< Ψαλμοί 31 >

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐκστάσεως ἐπὶ σοί κύριε ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με
達味詩歌,交與樂官。 上主,我投靠你,總不會受辱,求你憑你的公義將我救出;
2 κλῖνον πρός με τὸ οὖς σου τάχυνον τοῦ ἐξελέσθαι με γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με
求你側你的耳聽我,速來救我:作我避難的磐石,獲救的城堡。
3 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με
因為因為你是我的磐石,我的城堡,為你的名,求你引導我指教我。
4 ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου
求你救我脫免暗布的網羅,因為唯有你是我的避難所。
5 εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου ἐλυτρώσω με κύριε ὁ θεὸς τῆς ἀληθείας
我將我的靈魂託於你的掌握,上主,忠實的天主,你必拯救我。
6 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα
拜虛無偶像的人,你深惡痛絕。上主,然而我卻對你全心信賴。
7 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου
我要因你的慈愛喜樂歡暢,因為你曾俯視我的慘狀,體會我心靈所受的悲傷;
8 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου
你沒有將我交於敵之手,反而使我穩立於廣闊之處。
9 ἐλέησόν με κύριε ὅτι θλίβομαι ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου ἡ ψυχή μου καὶ ἡ γαστήρ μου
上主,求你可憐我,因為我陷入困苦,我的眼、心靈和肺腑,全因憂傷而頹喪。
10 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν
我的生命因憂傷而耗盡,我的歲月在哭泣中消逝,我的精力因悲傷衰退,我的骸骨也已枯槁腐蝕。
11 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ
我的仇敵都辱罵我,我的四鄰都恥笑我,我的知己憎恨我,路上的行人都遠避我。
12 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός
我被人全心忘掉,有如死人,活像一個破舊拋棄的瓦盆。
13 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ’ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο
當我聽到許多人在嘯,恐怖瀰漫四境,他們在群集商議攻擊我,謀奪我的性命;
14 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα κύριε εἶπα σὺ εἶ ὁ θεός μου
我仍舊依靠你,上主,我說:你是我的天主!
15 ἐν ταῖς χερσίν σου οἱ καιροί μου ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με
我的命運全掌握於你手,求你救我脫離我的敵手,擺脫一切迫害我的仇讎。
16 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου σῶσόν με ἐν τῷ ἐλέει σου
求以你的慈容,光照你僕,求以你的仁慈把我救出。
17 κύριε μὴ καταισχυνθείην ὅτι ἐπεκαλεσάμην σε αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου (Sheol h7585)
上主,因為我呼號了你,求你莫讓我蒙羞;願惡人備受恥辱,默默然歸入陰府! (Sheol h7585)
18 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει
願那些驕傲自大,口出妄言,說謊攻擊義人的唇舌啞瘖!
19 ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου κύριε ἧς ἔκρυψας τοῖς φοβουμένοις σε ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων
上主,你為敬愛你的人所保留的恩澤,是何等的豐盛!你在人前施予投奔於你者的慈惠,又是何等寬宏!
20 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν
你將他們掩護在你儀容的影下,免遭世人的重創;又將他們隱藏在你帳幕的裏面,免遭口舌的中傷。
21 εὐλογητὸς κύριος ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς
願上主受讚美,因為他在堅固的城內,向我特別顯出祂那奇妙無比的慈愛,
22 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ
我雖在惶恐中說:「我已被驅逐離開你前。」但我一呼求你,你即刻俯允我的呼聲哀嘆。
23 ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεῖ κύριος καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν
眾聖徒!你們應愛慕上主,因祂保祐信徒,但祂對蠻橫的人,必加以嚴厲的報復。
24 ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμῶν πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον
凡一切信賴上主的人們,請勇敢鼓起你們的心神。

< Ψαλμοί 31 >