< Ψαλμοί 27 >
1 τοῦ Δαυιδ πρὸ τοῦ χρισθῆναι κύριος φωτισμός μου καὶ σωτήρ μου τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω
大卫的诗。 耶和华是我的亮光,是我的拯救, 我还怕谁呢? 耶和华是我性命的保障, 我还惧谁呢?
2 ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν
那作恶的就是我的仇敌, 前来吃我肉的时候就绊跌仆倒。
3 ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή οὐ φοβηθήσεται ἡ καρδία μου ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος ἐν ταύτῃ ἐγὼ ἐλπίζω
虽有军兵安营攻击我,我的心也不害怕; 虽然兴起刀兵攻击我,我必仍旧安稳。
4 μίαν ᾐτησάμην παρὰ κυρίου ταύτην ἐκζητήσω τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ
有一件事,我曾求耶和华,我仍要寻求: 就是一生一世住在耶和华的殿中, 瞻仰他的荣美,在他的殿里求问。
5 ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἐν πέτρᾳ ὕψωσέν με
因为我遭遇患难,他必暗暗地保守我; 在他亭子里,把我藏在他帐幕的隐密处, 将我高举在磐石上。
6 καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ’ ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ
现在我得以昂首,高过四面的仇敌。 我要在他的帐幕里欢然献祭; 我要唱诗歌颂耶和华。
7 εἰσάκουσον κύριε τῆς φωνῆς μου ἧς ἐκέκραξα ἐλέησόν με καὶ εἰσάκουσόν μου
耶和华啊,我用声音呼吁的时候,求你垂听; 并求你怜恤我,应允我。
8 σοὶ εἶπεν ἡ καρδία μου ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου κύριε ζητήσω
你说:你们当寻求我的面。 那时我心向你说:耶和华啊, 你的面我正要寻求。
9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου βοηθός μου γενοῦ μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με ὁ θεὸς ὁ σωτήρ μου
不要向我掩面。 不要发怒赶逐仆人, 你向来是帮助我的。 救我的 神啊,不要丢掉我, 也不要离弃我。
10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με ὁ δὲ κύριος προσελάβετό με
我父母离弃我, 耶和华必收留我。
11 νομοθέτησόν με κύριε τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου
耶和华啊,求你将你的道指教我, 因我仇敌的缘故引导我走平坦的路。
12 μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ
求你不要把我交给敌人,遂其所愿; 因为妄作见证的和口吐凶言的,起来攻击我。
13 πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων
我若不信在活人之地得见耶和华的恩惠, 就早已丧胆了。
14 ὑπόμεινον τὸν κύριον ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν κύριον
要等候耶和华! 当壮胆,坚固你的心! 我再说,要等候耶和华!