< Ψαλμοί 24 >

1 ψαλμὸς τῷ Δαυιδ τῆς μιᾶς σαββάτων τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
A Psalm of David. The earth is the LORD’S, and the fulness thereof; the world, and they that dwell therein.
2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν
For he hath founded it upon the seas, and established it upon the floods.
3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ
Who shall ascend into the hill of the LORD? and who shall stand in his holy place?
4 ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ
He that hath clean hands, and a pure heart; who hath not lifted up his soul unto vanity, and hath not sworn deceitfully.
5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ
He shall receive a blessing from the LORD, and righteousness from the God of his salvation.
6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ διάψαλμα
This is the generation of them that seek after him, that seek thy face, [O God of] Jacob. (Selah)
7 ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης
Lift up your heads, O ye gates; and be ye lift up, ye everlasting doors: and the King of glory shall come in.
8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης κύριος κραταιὸς καὶ δυνατός κύριος δυνατὸς ἐν πολέμῳ
Who is the King of glory? The LORD strong and mighty, the LORD mighty in battle.
9 ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης
Lift up your heads, O ye gates; yea, lift them up, ye everlasting doors: and the King of glory shall come in.
10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης
Who is this King of glory? The LORD of hosts, he is the King of glory. (Selah)

< Ψαλμοί 24 >