< Ψαλμοί 21 >
1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα
«Εις τον πρώτον μουσικόν. Ψαλμός του Δαβίδ.» Κύριε, εν τη δυνάμει σου θέλει ευφραίνεσθαι ο βασιλεύς· και πόσον θέλει υπεραγάλλεσθαι εν τη σωτηρία σου.
2 τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν διάψαλμα
Την επιθυμίαν της καρδίας αυτού έδωκας εις αυτόν, και της αιτήσεως των χειλέων αυτού δεν εστέρησας αυτόν. Διάψαλμα.
3 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου
Διότι προέφθασας αυτόν εν ευλογίαις αγαθότητος· έθεσας επί την κεφαλήν αυτού στέφανον εκ καθαρού χρυσίου.
4 ζωὴν ᾐτήσατό σε καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος
Ζωήν σε εζήτησε, και έδωκας εις αυτόν μακρότητα ημερών εις αιώνα αιώνος.
5 μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν
Μεγάλη η δόξα αυτού διά της σωτηρίας σου· τιμήν και μεγαλοπρέπειαν έθεσας επ' αυτόν.
6 ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου
Διότι έθεσας αυτόν ευλογίαν εις τον αιώνα· υπερεύφρανας αυτόν διά του προσώπου σου.
7 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ
Διότι ο βασιλεύς ελπίζει επί τον Κύριον, και διά του ελέους του Υψίστου δεν θέλει σαλευθή.
8 εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε
Η χειρ σου θέλει ευρεί πάντας τους εχθρούς σου· η δεξιά σου θέλει ευρεί τους μισούντάς σε.
9 θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς καὶ καταφάγεται αὐτοὺς πῦρ
Θέλεις κάμει αυτούς ως κάμινον πυρός εν τω καιρώ της οργής σου· ο Κύριος θέλει καταπίει αυτούς εν τω θυμώ αυτού· και πυρ θέλει καταφάγει αυτούς.
10 τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων
Θέλεις αφανίσει από της γης τον καρπόν αυτών, και το σπέρμα αυτών από των υιών των ανθρώπων.
11 ὅτι ἔκλιναν εἰς σὲ κακά διελογίσαντο βουλήν ἣν οὐ μὴ δύνωνται στῆσαι
Διότι εμηχανεύθησαν κακά εναντίον σου· διελογίσθησαν βουλήν, αλλά δεν ίσχυσαν.
12 ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν
Διά τούτο θέλεις κάμει αυτούς να τρέψωσι τα νώτα, όταν επί τας χορδάς σου ετοιμάσης τα βέλη σου κατά του προσώπου αυτών.
13 ὑψώθητι κύριε ἐν τῇ δυνάμει σου ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου
Υψώθητι, Κύριε, εν τη δυνάμει σου· θέλομεν υμνεί και ψαλμωδεί την δύναμίν σου.