< Ψαλμοί 21 >
1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα
THE king shall joy in thy strength, O Lord; and in thy salvation how greatly shall he rejoice!
2 τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν διάψαλμα
Thou hast given him his heart’s desire, and hast not withholden the request of his lips. (Selah)
3 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου
For thou preventest him with the blessings of goodness: thou settest a crown of pure gold on his head.
4 ζωὴν ᾐτήσατό σε καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος
He asked life of thee, and thou gavest it him, even length of days for ever and ever.
5 μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν
His glory is great in thy salvation: honour and majesty hast thou laid upon him.
6 ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου
For thou hast made him most blessed for ever: thou hast made him exceeding glad with thy countenance.
7 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ
For the king trusteth in the Lord, and through the mercy of the most High he shall not be moved.
8 εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε
Thine hand shall find out all thine enemies: thy right hand shall find out those that hate thee.
9 θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς καὶ καταφάγεται αὐτοὺς πῦρ
Thou shalt make them as a fiery oven in the time of thine anger: the Lord shall swallow them up in his wrath, and the fire shall devour them.
10 τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων
Their fruit shalt thou destroy from the earth, and their seed from among the children of men.
11 ὅτι ἔκλιναν εἰς σὲ κακά διελογίσαντο βουλήν ἣν οὐ μὴ δύνωνται στῆσαι
For they intended evil against thee: they imagined a mischievous device, which they are not able to perform.
12 ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν
Therefore shalt thou make them turn their back, when thou shalt make ready thine arrows upon thy strings against the face of them.
13 ὑψώθητι κύριε ἐν τῇ δυνάμει σου ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου
Be thou exalted, Lord, in thine own strength: so will we sing and praise thy power.