< Ψαλμοί 2 >

1 ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά
Why do the heathen rage, And the nations meditate a vain thing?
2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ διάψαλμα
Why do the kings of the earth rise up, And the princes combine together, Against Jehovah, and against his anointed king?
3 διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν
“Let us break their bonds asunder; Let us cast away from us their fetters!”
4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς
He that sitteth in heaven will laugh; The Lord will have them in derision.
5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς
Then shall he speak to them in his wrath, And confound them in his hot displeasure.
6 ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ
“I myself have anointed my king, Upon Zion, my holy hill!”
7 διαγγέλλων τὸ πρόσταγμα κυρίου κύριος εἶπεν πρός με υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε
I will declare the decree of Jehovah: He hath said to me, “Thou art my son; This day I have begotten thee.
8 αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς
Ask of me, and I will give thee the nations for thine inheritance, And the ends of the earth for thy possession.
9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς
Thou shalt break them with a rod of iron; Thou shalt dash them in pieces like a potter's vessel.”
10 καὶ νῦν βασιλεῖς σύνετε παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν
Be wise, therefore, O ye kings! Be admonished, ye rulers of the earth!
11 δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ
Be subject to Jehovah with awe, And fear with trembling!
12 δράξασθε παιδείας μήποτε ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ
Kiss the son, lest He be angry, and ye perish in your way; For soon shall his wrath be kindled. Happy are all they who seek refuge in him.

< Ψαλμοί 2 >