< Ψαλμοί 17 >

1 προσευχὴ τοῦ Δαυιδ εἰσάκουσον κύριε τῆς δικαιοσύνης μου πρόσχες τῇ δεήσει μου ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις
תפלה לדוד שמעה יהוה צדק-- הקשיבה רנתי האזינה תפלתי בלא שפתי מרמה
2 ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας
מלפניך משפטי יצא עיניך תחזינה מישרים
3 ἐδοκίμασας τὴν καρδίαν μου ἐπεσκέψω νυκτός ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία
בחנת לבי פקדת לילה-- צרפתני בל-תמצא זמתי בל-יעבר-פי
4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς
לפעלות אדם בדבר שפתיך-- אני שמרתי ארחות פריץ
5 κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου
תמך אשרי במעגלותיך בל-נמוטו פעמי
6 ἐγὼ ἐκέκραξα ὅτι ἐπήκουσάς μου ὁ θεός κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου
אני-קראתיך כי-תענני אל הט-אזנך לי שמע אמרתי
7 θαυμάστωσον τὰ ἐλέη σου ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου
הפלה חסדיך מושיע חוסים-- ממתקוממים בימינך
8 φύλαξόν με ὡς κόραν ὀφθαλμοῦ ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
שמרני כאישון בת-עין בצל כנפיך תסתירני
9 ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον
מפני רשעים זו שדוני איבי בנפש יקיפו עלי
10 τὸ στέαρ αὐτῶν συνέκλεισαν τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν
חלבמו סגרו פימו דברו בגאות
11 ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ
אשרינו עתה סבבוני (סבבונו) עיניהם ישיתו לנטות בארץ
12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις
דמינו--כאריה יכסוף לטרף וככפיר ישב במסתרים
13 ἀνάστηθι κύριε πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου
קומה יהוה-- קדמה פניו הכריעהו פלטה נפשי מרשע חרבך
14 κύριε ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν ἐχορτάσθησαν υἱῶν καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν
ממתים ידך יהוה ממתים מחלד-- חלקם בחיים וצפינך (וצפונך) תמלא בטנם ישבעו בנים-- והניחו יתרם לעולליהם
15 ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου
אני--בצדק אחזה פניך אשבעה בהקיץ תמונתך

< Ψαλμοί 17 >