< Ψαλμοί 17 >
1 προσευχὴ τοῦ Δαυιδ εἰσάκουσον κύριε τῆς δικαιοσύνης μου πρόσχες τῇ δεήσει μου ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις
«Προσευχή του Δαβίδ.» Άκουσον, Κύριε, το δίκαιον· πρόσεξον εις την δέησίν μου· ακροάσθητι την προσευχήν μου, την γινομένην ουχί με χείλη δόλια.
2 ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας
Ας εξέλθη η κρίσις μου παρά του προσώπου σου· οι οφθαλμοί σου ας ίδωσι την ευθύτητα.
3 ἐδοκίμασας τὴν καρδίαν μου ἐπεσκέψω νυκτός ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία
Ηρεύνησας την καρδίαν μου· επεσκέφθης αυτήν εν καιρώ νυκτός· εδοκίμασάς με και δεν ηύρες ουδέν εν εμοί· ο στοχασμός μου δεν είναι διάφορος των λόγων μου.
4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς
Ως προς τα έργα των ανθρώπων, εγώ διά των λόγων των χειλέων σου εφυλάχθην από των οδών των παρανόμων.
5 κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου
Στήριξον τα διαβήματά μου εν ταις οδοίς σου, διά να μη σαλευθώσιν οι πόδες μου.
6 ἐγὼ ἐκέκραξα ὅτι ἐπήκουσάς μου ὁ θεός κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου
Εγώ σε επεκαλέσθην, Θεέ, διότι θέλεις μου εισακούσει· Κλίνον εις εμέ το ωτίον σου, άκουσον τους λόγους μου.
7 θαυμάστωσον τὰ ἐλέη σου ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου
Θαυμάστωσον τα ελέη σου, συ ο σώζων τους ελπίζοντας επί σε εκ των επανισταμένων κατά της δεξιάς σου.
8 φύλαξόν με ὡς κόραν ὀφθαλμοῦ ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
Φύλαξόν με ως κόρην οφθαλμού· κρύψον με υπό την σκιάν των πτερύγων σου
9 ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον
απ' έμπροσθεν των ασεβών των ταλαιπωρούντων με· οι εχθροί της ψυχής μου με περιεκύκλωσαν.
10 τὸ στέαρ αὐτῶν συνέκλεισαν τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν
Υπερεπάχυναν· το στόμα αυτών λαλεί υπερήφανα.
11 ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ
Τώρα περιεκύκλωσαν τα διαβήματα ημών· προσήλωσαν τους οφθαλμούς αυτών διά να κρημνίσωσιν ημάς κατά γής·
12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις
Ως λέων επιθυμών να κατασπαράξη· και ως σκύμνος, καθήμενος εν αποκρύφοις.
13 ἀνάστηθι κύριε πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου
Ανάστηθι, Κύριε· πρόφθασον αυτόν, υποσκέλισον αυτόν· ελευθέρωσον την ψυχήν μου από του ασεβούς, όστις είναι η ρομφαία σου·
14 κύριε ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν ἐχορτάσθησαν υἱῶν καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν
Από ανθρώπων, Κύριε, της χειρός σου· από ανθρώπων του κόσμου, οίτινες λαμβάνουσι την μερίδα αυτών εν ταύτη τη ζωή, και των οποίων την κοιλίαν γεμίζεις από των θησαυρών σου· εχόρτασαν τους υιούς, και αφίνουσι τα υπόλοιπα αυτών εις τους εγγόνους αυτών.
15 ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου
Εγώ δε εν δικαιοσύνη θέλω ιδεί το πρόσωπόν σου· θέλω χορτασθή από της θεωρίας σου, όταν εξεγερθώ.