< Ψαλμοί 150 >

1 αλληλουια αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ
הללו-יה הללו-אל בקדשו הללוהו ברקיע עזו
2 αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ
הללוהו בגבורתיו הללוהו כרב גדלו
3 αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ
הללוהו בתקע שופר הללוהו בנבל וכנור
4 αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
הללוהו בתף ומחול הללוהו במנים ועגב
5 αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ
הללוהו בצלצלי-שמע הללוהו בצלצלי תרועה
6 πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον αλληλουια
כל הנשמה תהלל יה הללו-יה

< Ψαλμοί 150 >