< Ψαλμοί 145 >
1 αἴνεσις τῷ Δαυιδ ὑψώσω σε ὁ θεός μου ὁ βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
I will extol you, my God, O king; and I will bless your name for ever and ever.
2 καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Every day will I bless you; and I will praise your name for ever and ever.
3 μέγας κύριος καὶ αἰνετὸς σφόδρα καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας
Great is the LORD, and greatly to be praised; and his greatness is unsearchable.
4 γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιν
One generation shall praise your works to another, and shall declare your mighty acts.
5 τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν καὶ τὰ θαυμάσιά σου διηγήσονται
I will speak of the glorious honour of your majesty, and of your wondrous works.
6 καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν καὶ τὴν μεγαλωσύνην σου διηγήσονται
And men shall speak of the might of your terrible acts: and I will declare your greatness.
7 μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται
They shall abundantly utter the memory of your great goodness, and shall sing of your righteousness.
8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος
The LORD is gracious, and full of compassion; slow to anger, and of great mercy.
9 χρηστὸς κύριος τοῖς σύμπασιν καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ
The LORD is good to all: and his tender mercies are over all his works.
10 ἐξομολογησάσθωσάν σοι κύριε πάντα τὰ ἔργα σου καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε
All your works shall praise you, O LORD; and your saints shall bless you.
11 δόξαν τῆς βασιλείας σου ἐροῦσιν καὶ τὴν δυναστείαν σου λαλήσουσιν
They shall speak of the glory of your kingdom, and talk of your power;
12 τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου
To make known to the sons of men his mighty acts, and the glorious majesty of his kingdom.
13 ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ πιστὸς κύριος ἐν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ
Your kingdom is an everlasting kingdom, and your dominion endures throughout all generations.
14 ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους
The LORD upholds all that fall, and raises up all those that be bowed down.
15 οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ
The eyes of all wait upon you; and you give them their food in due season.
16 ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας
You open your hand, and satisfy the desire of every living thing.
17 δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ
The LORD is righteous in all his ways, and holy in all his works.
18 ἐγγὺς κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ
The LORD is nigh unto all them that call upon him, to all that call upon him in truth.
19 θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται καὶ σώσει αὐτούς
He will fulfill the desire of them that fear him: he also will hear their cry, and will save them.
20 φυλάσσει κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύσει
The LORD perserves all them that love him: but all the wicked will he destroy.
21 αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
My mouth shall speak the praise of the LORD: and let all flesh bless his holy name for ever and ever.