< Ψαλμοί 142 >

1 συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχή φωνῇ μου πρὸς κύριον ἐκέκραξα φωνῇ μου πρὸς κύριον ἐδεήθην
大卫在洞里作的训诲诗,乃是祈祷。 我发声哀告耶和华, 发声恳求耶和华。
2 ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ
我在他面前吐露我的苦情, 陈说我的患难。
3 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου καὶ σὺ ἔγνως τὰς τρίβους μου ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι
我的灵在我里面发昏的时候, 你知道我的道路。 在我行的路上, 敌人为我暗设网罗。
4 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου
求你向我右边观看, 因为没有人认识我; 我无处避难, 也没有人眷顾我。
5 ἐκέκραξα πρὸς σέ κύριε εἶπα σὺ εἶ ἡ ἐλπίς μου μερίς μου ἐν γῇ ζώντων
耶和华啊,我曾向你哀求。 我说:你是我的避难所; 在活人之地,你是我的福分。
6 πρόσχες πρὸς τὴν δέησίν μου ὅτι ἐταπεινώθην σφόδρα ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ
求你侧耳听我的呼求, 因我落到极卑之地; 求你救我脱离逼迫我的人, 因为他们比我强盛。
7 ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου κύριε ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι
求你领我出离被囚之地, 我好称赞你的名。 义人必环绕我, 因为你是用厚恩待我。

< Ψαλμοί 142 >