< Ψαλμοί 140 >

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐξελοῦ με κύριε ἐξ ἀνθρώπου πονηροῦ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με
[For the Chief Musician. A Psalm by David.] Deliver me, LORD, from the evil man. Preserve me from the violent man;
2 οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους
those who devise mischief in their hearts. They continually gather themselves together for war.
3 ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν διάψαλμα
They have sharpened their tongues like a serpent. Viper's poison is under their lips. (Selah)
4 φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου
LORD, keep me from the hands of the wicked. Preserve me from the violent men who have determined to trip my feet.
5 ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσίν μου ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι διάψαλμα
The proud have hidden a snare for me, they have spread the cords of a net by the path. They have set traps for me. (Selah)
6 εἶπα τῷ κυρίῳ θεός μου εἶ σύ ἐνώτισαι κύριε τὴν φωνὴν τῆς δεήσεώς μου
I said to the LORD, "You are my God." Listen to the cry of my petitions, LORD.
7 κύριε κύριε δύναμις τῆς σωτηρίας μου ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου
LORD, the Lord, the strength of my salvation, you have covered my head in the day of battle.
8 μὴ παραδῷς με κύριε ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ διελογίσαντο κατ’ ἐμοῦ μὴ ἐγκαταλίπῃς με μήποτε ὑψωθῶσιν διάψαλμα
LORD, do not grant the desires of the wicked. Do not let their evil plans succeed, or they will become proud. (Selah)
9 ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς
As for the head of those who surround me, let the mischief of their own lips cover them.
10 πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες ἐν πυρὶ καταβαλεῖς αὐτούς ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν
Let burning coals fall on them. Let them be thrown into the fire, into miry pits, from where they never rise.
11 ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν
An evil speaker won't be established in the earth. Evil will hunt the violent man to overthrow him.
12 ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων
I know that the LORD will maintain the cause of the afflicted, and justice for the needy.
13 πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου
Surely the righteous will give thanks to your name. The upright will dwell in your presence.

< Ψαλμοί 140 >