< Ψαλμοί 139 >

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ κύριε ἐδοκίμασάς με καὶ ἔγνως με
大卫的诗,交与伶长。 耶和华啊,你已经鉴察我,认识我。
2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν
我坐下,我起来,你都晓得; 你从远处知道我的意念。
3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες
我行路,我躺卧,你都细察; 你也深知我一切所行的。
4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου
耶和华啊,我舌头上的话, 你没有一句不知道的。
5 ἰδού κύριε σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου
你在我前后环绕我, 按手在我身上。
6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν
这样的知识奇妙,是我不能测的, 至高,是我不能及的。
7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω
我往哪里去躲避你的灵? 我往哪里逃、躲避你的面?
8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν σὺ εἶ ἐκεῖ ἐὰν καταβῶ εἰς τὸν ᾅδην πάρει (Sheol h7585)
我若升到天上,你在那里; 我若在阴间下榻,你也在那里。 (Sheol h7585)
9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης
我若展开清晨的翅膀, 飞到海极居住,
10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου
就是在那里,你的手必引导我; 你的右手也必扶持我。
11 καὶ εἶπα ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου
我若说:黑暗必定遮蔽我, 我周围的亮光必成为黑夜;
12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται ὡς τὸ σκότος αὐτῆς οὕτως καὶ τὸ φῶς αὐτῆς
黑暗也不能遮蔽我,使你不见, 黑夜却如白昼发亮。 黑暗和光明,在你看都是一样。
13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου κύριε ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου
我的肺腑是你所造的; 我在母腹中,你已覆庇我。
14 ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθην θαυμάσια τὰ ἔργα σου καὶ ἡ ψυχή μου γινώσκει σφόδρα
我要称谢你,因我受造,奇妙可畏; 你的作为奇妙,这是我心深知道的。
15 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς
我在暗中受造,在地的深处被联络; 那时,我的形体并不向你隐藏。
16 τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς
我未成形的体质,你的眼早已看见了; 你所定的日子,我尚未度一日, 你都写在你的册上了。
17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν
神啊,你的意念向我何等宝贵! 其数何等众多!
18 ἐξαριθμήσομαι αὐτούς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ
我若数点,比海沙更多; 我睡醒的时候,仍和你同在。
19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς ὁ θεός ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ’ ἐμοῦ
神啊,你必要杀戮恶人; 所以,你们好流人血的,离开我去吧!
20 ὅτι ἐρεῖς εἰς διαλογισμόν λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου
因为他们说恶言顶撞你; 你的仇敌也妄称你的名。
21 οὐχὶ τοὺς μισοῦντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην
耶和华啊,恨恶你的,我岂不恨恶他们吗? 攻击你的,我岂不憎嫌他们吗?
22 τέλειον μῖσος ἐμίσουν αὐτούς εἰς ἐχθροὺς ἐγένοντό μοι
我切切地恨恶他们, 以他们为仇敌。
23 δοκίμασόν με ὁ θεός καὶ γνῶθι τὴν καρδίαν μου ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου
神啊,求你鉴察我,知道我的心思, 试炼我,知道我的意念,
24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ
看在我里面有什么恶行没有, 引导我走永生的道路。

< Ψαλμοί 139 >