< Ψαλμοί 135 >

1 αλληλουια αἰνεῖτε τὸ ὄνομα κυρίου αἰνεῖτε δοῦλοι κύριον
Αινείτε τον Κύριον. Αινείτε το όνομα του Κυρίου· αινείτε, δούλοι του Κυρίου,
2 οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν
Οι ιστάμενοι εν τω οίκω του Κυρίου, εν ταις αυλαίς του οίκου του Θεού ημών.
3 αἰνεῖτε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν
Αινείτε τον Κύριον, διότι αγαθός ο Κύριος· ψαλμωδήσατε εις το όνομα αυτού, διότι είναι τερπνόν.
4 ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ
Διότι τον Ιακώβ εξέλεξεν εις εαυτόν ο Κύριος, τον Ισραήλ εις θησαυρόν αυτού.
5 ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς
Διότι εγώ εγνώρισα ότι μέγας ο Κύριος· και ο Κύριος ημών είναι υπέρ πάντας τους θεούς.
6 πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις
Πάντα όσα ηθέλησεν ο Κύριος εποίησεν, εν τω ουρανώ και εν τη γη, εν ταις θαλάσσαις και εν πάσαις ταις αβύσσοις.
7 ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ
Αναβιβάζει νεφέλας από των εσχάτων της γής· κάμνει αστραπάς διά βροχήν· εκβάλλει ανέμους εκ των θησαυρών αυτού.
8 ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους
Όστις επάταξε τα πρωτότοκα της Αιγύπτου, από ανθρώπου έως κτήνους·
9 ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου Αἴγυπτε ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ
εξαπέστειλε σημεία και τέρατα εις το μέσον σου, Αίγυπτε, επί τον Φαραώ και επί πάντας τους δούλους αυτού.
10 ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς
Όστις επάταξεν έθνη μεγάλα και απέκτεινε βασιλείς κραταιούς·
11 τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν
τον Σηών, βασιλέα των Αμορραίων, και τον Ωγ, βασιλέα της Βασάν, και πάσας τας βασιλείας Χαναάν·
12 καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ
και έδωκε την γην αυτών κληρονομίαν, κληρονομίαν εις τον Ισραήλ τον λαόν αυτού.
13 κύριε τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
Το όνομά σου, Κύριε, μένει εις τον αιώνα· το μνημόσυνόν σου, Κύριε, εις γενεάν και γενεάν.
14 ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται
Διότι θέλει κρίνει ο Κύριος τον λαόν αυτού· και τους δούλους αυτού θέλει ελεήσει.
15 τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων
Τα είδωλα των εθνών είναι αργύριον και χρυσίον, έργον χειρών ανθρώπου.
16 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται
Στόμα έχουσι και δεν λαλούσιν· οφθαλμούς έχουσι και δεν βλέπουσιν.
17 ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν
Ώτα έχουσι και δεν ακούουσιν· ουδέ είναι πνοή εν τω στόματι αυτών.
18 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς
Όμοιοι αυτών ας γείνωσιν οι ποιούντες αυτά· πας ο ελπίζων επ' αυτά
19 οἶκος Ισραηλ εὐλογήσατε τὸν κύριον οἶκος Ααρων εὐλογήσατε τὸν κύριον
Οίκος Ισραήλ, ευλογήσατε τον Κύριον· οίκος Ααρών, ευλογήσατε τον Κύριον·
20 οἶκος Λευι εὐλογήσατε τὸν κύριον οἱ φοβούμενοι τὸν κύριον εὐλογήσατε τὸν κύριον
οίκος Λευΐ, ευλογήσατε τον Κύριον· οι φοβούμενοι τον Κύριον, ευλογήσατε τον Κύριον.
21 εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ
Ευλογητός ο Κύριος εν Σιών, ο κατοικών εν Ιερουσαλήμ. Αλληλούϊα.

< Ψαλμοί 135 >