< Ψαλμοί 133 >

1 ᾠδὴ τῶν ἀναβαθμῶν τῷ Δαυιδ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό
שיר המעלות לדוד הנה מה-טוב ומה-נעים-- שבת אחים גם-יחד
2 ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν πώγωνα τὸν Ααρων τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ
כשמן הטוב על-הראש-- ירד על-הזקן זקן-אהרן שירד על-פי מדותיו
3 ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος
כטל-חרמון-- שירד על-הררי ציון כי שם צוה יהוה את-הברכה-- חיים עד-העולם

< Ψαλμοί 133 >