< Ψαλμοί 129 >
1 ᾠδὴ τῶν ἀναβαθμῶν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ
A Song of the Ascents. Often they distressed me from my youth, Pray, let Israel say:
2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι
Often they distressed me from my youth, Yet they have not prevailed over me.
3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν
Over my back have ploughers ploughed, They have made long their furrows.
4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν
Jehovah [is] righteous, He hath cut asunder cords of the wicked.
5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων
Confounded and turn backward do all hating Zion.
6 γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη
They are as grass of the roofs, That before it was drawn out withereth,
7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων
That hath not filled the hand of a reaper, And the bosom of a binder of sheaves.
8 καὶ οὐκ εἶπαν οἱ παράγοντες εὐλογία κυρίου ἐφ’ ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου
And the passers by have not said, 'The blessing of Jehovah [is] on you, We blessed you in the Name of Jehovah!'