< Ψαλμοί 116 >

1 αλληλουια ἠγάπησα ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου
Χαίρω ότι ο Κύριος εισήκουσε της φωνής μου, των δεήσεών μου·
2 ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι
ότι έκλινε το ωτίον αυτού προς εμέ· και ενόσω ζω, θέλω επικαλείσθαι αυτόν.
3 περιέσχον με ὠδῖνες θανάτου κίνδυνοι ᾅδου εὕροσάν με θλῖψιν καὶ ὀδύνην εὗρον (Sheol h7585)
Πόνοι θανάτου με περιεκύκλωσαν, και στενοχωρίαι του άδου με εύρηκαν· θλίψιν και πόνον απήντησα. (Sheol h7585)
4 καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην ὦ κύριε ῥῦσαι τὴν ψυχήν μου
Και επεκαλέσθην το όνομα του Κυρίου· ω Κύριε, λύτρωσον την ψυχήν μου.
5 ἐλεήμων ὁ κύριος καὶ δίκαιος καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ
Ελεήμων ο Κύριος και δίκαιος· και εύσπλαγχνος ο Θεός ημών.
6 φυλάσσων τὰ νήπια ὁ κύριος ἐταπεινώθην καὶ ἔσωσέν με
Ο Κύριος φυλάττει τους απλούς· εταλαιπωρήθην, και με έσωσεν.
7 ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου ὅτι κύριος εὐηργέτησέν σε
Επίστρεψον, ψυχή μου, εις την ανάπαυσίν σου, διότι ο Κύριος σε ευηργέτησε.
8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος
Διότι ελύτρωσας την ψυχήν μου εκ θανάτου, τους οφθαλμούς μου από δακρύων, τους πόδας μου από ολισθήματος.
9 εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων
Θέλω περιπατεί ενώπιον του Κυρίου εν γη ζώντων.
10 αλληλουια ἐπίστευσα διὸ ἐλάλησα ἐγὼ δὲ ἐταπεινώθην σφόδρα
Επίστευσα, διά τούτο ελάλησα· εγώ ήμην σφόδρα τεθλιμμένος·
11 ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου πᾶς ἄνθρωπος ψεύστης
εγώ είπα εν τη εκπλήξει μου, πας άνθρωπος είναι ψεύστης.
12 τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι
Τι να ανταποδώσω εις τον Κύριον, διά πάσας τας ευεργεσίας αυτού τας προς εμέ;
13 ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι
θέλω λάβει το ποτήριον της σωτηρίας και θέλω επικαλεσθή το όνομα του Κυρίου.
Τας ευχάς μου θέλω αποδώσει εις τον Κύριον, τώρα ενώπιον παντός του λαού αυτού.
15 τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ
Πολύτιμος ενώπιον του Κυρίου ο θάνατος των οσίων αυτού.
16 ὦ κύριε ἐγὼ δοῦλος σός ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου διέρρηξας τοὺς δεσμούς μου
Ναι, Κύριε διότι είμαι δούλός σου· είμαι δούλός σου, υιός της δούλης σου· συ έλυσας τα δεσμά μου.
17 σοὶ θύσω θυσίαν αἰνέσεως
Εις σε θέλω θυσιάσει θυσίαν αινέσεως και το όνομα του Κυρίου θέλω επικαλεσθή.
18 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ
Τας ευχάς μου θέλω αποδώσει εις τον Κύριον, τώρα έμπροσθεν παντός του λαού αυτού·
19 ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου Ιερουσαλημ
εν ταις αυλαίς του οίκου του Κυρίου, εν μέσω σου, Ιερουσαλήμ. Αλληλούϊα.

< Ψαλμοί 116 >