< Ψαλμοί 116 >

1 αλληλουια ἠγάπησα ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου
I love the Lord because he listens to me, he hears my calls for help.
2 ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι
Because he pays attention to what I say I will pray to him as long as I live.
3 περιέσχον με ὠδῖνες θανάτου κίνδυνοι ᾅδου εὕροσάν με θλῖψιν καὶ ὀδύνην εὗρον (Sheol h7585)
I was caught in the snares of death; I was trapped by terrors of the grave. All I experienced was suffering and grief. (Sheol h7585)
4 καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην ὦ κύριε ῥῦσαι τὴν ψυχήν μου
Then I cried out to the Lord, “Lord, please save me!”
5 ἐλεήμων ὁ κύριος καὶ δίκαιος καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ
The Lord is so kind and good! Our God is so compassionate!
6 φυλάσσων τὰ νήπια ὁ κύριος ἐταπεινώθην καὶ ἔσωσέν με
The Lord takes care of those who are powerless; when I was brought down he saved me.
7 ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου ὅτι κύριος εὐηργέτησέν σε
I can once again be at peace because the Lord has been good to me.
8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος
For you have saved me from death, my eyes from crying, and my feet from stumbling.
9 εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων
Now I can walk with the Lord in the land of the living.
10 αλληλουια ἐπίστευσα διὸ ἐλάλησα ἐγὼ δὲ ἐταπεινώθην σφόδρα
I trusted in you, so I told you, “I'm suffering terribly!”
11 ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου πᾶς ἄνθρωπος ψεύστης
I was so upset that I said, “Everyone's a liar!”
12 τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι
What can I give the Lord in return for all he's done for me?
13 ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι
I will lift up the cup of salvation and worship the Lord.
I will keep my promises to the Lord so everyone can see.
15 τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ
It hurts the Lord when those who trust in him die.
16 ὦ κύριε ἐγὼ δοῦλος σός ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου διέρρηξας τοὺς δεσμούς μου
Lord, I really am your slave, serving you as my mother served you before me, yet you have set me free.
17 σοὶ θύσω θυσίαν αἰνέσεως
I will offer a sacrifice of thanksgiving to you and I will worship you.
18 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ
I will keep my promises to the Lord so everyone can see,
19 ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου Ιερουσαλημ
there in the house of the Lord, right in Jerusalem. Praise the Lord!

< Ψαλμοί 116 >