< Ψαλμοί 114 >

1 αλληλουια ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου
Kad Israēls izgāja no Ēģiptes, Jēkaba nams no svešas valodas ļaudīm,
2 ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ Ισραηλ ἐξουσία αὐτοῦ
Tad Jūda Viņam tapa par svētu daļu, un Israēls par Viņa valstību.
3 ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω
Jūra redzēja un bēga, Jardāne griezās atpakaļ;
4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
Kalni lēkāja kā auni, pakalni kā jēri.
5 τί σοί ἐστιν θάλασσα ὅτι ἔφυγες καὶ σοί Ιορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω
Kas tev bija, jūra, ka tu bēdz, un tev, Jardāne, ka tu atpakaļ griezies?
6 τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
Jums, kalni, ka jūs lēkājāt kā auni, pakalni, kā jēri?
7 ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ
Priekš Tā Kunga drebi, zeme, Jēkaba Dieva priekšā,
8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων
Kas klinti pārvērsa par ezeru un akmeņus par ūdens avotiem.

< Ψαλμοί 114 >