< Ψαλμοί 111 >

1 αλληλουια ἐξομολογήσομαί σοι κύριε ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ
阿肋路亞。在義人的集會和團聚中,我要全心讚頌上主。
2 μεγάλα τὰ ἔργα κυρίου ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ
上主的化工確實偉大,凡喜愛祂的必須究察。
3 ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
上主的作為輝煌,上主的正義常存。
4 μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος
上主的奇蹟不可遺忘;上主實在是慈愛而溫良。
5 τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ
上主賜給敬愛祂的人食物,上主永遠懷念自己的盟約。
6 ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν
祂將偉業的異能啟示給選民,把外邦人的產業賞賜給他們。
7 ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ
上主所行的是真誠正義;上主的一切規誡堅定不移。
8 ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι
為萬世萬代永遠立定,全是基於真理和公正。
9 λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ
祂速來救贖祂的百姓,永遠立定了祂的約盟;祂的名是神聖而可敬。
10 ἀρχὴ σοφίας φόβος κυρίου σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
敬愛上主,是智慧的開始:實行敬愛的人,算有智慧;他的榮譽,必定存留永世。

< Ψαλμοί 111 >