< Ψαλμοί 109 >
1 εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμός ὁ θεός τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς
達味的聖詠,交於樂官。我所讚美的天主,求您別緘口不語!
2 ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ
因為邪惡欺詐的口,已經張開攻擊我,騙人說謊的舌頭,也已經出言陷害我,
3 καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν
以毒恨的言語四面評擊我,又無緣無故地興訟毀謗我。
4 ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με ἐγὼ δὲ προσευχόμην
他們誣告我,以報我的友愛;然而我卻為他們祈禱不懈;
5 καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου
他們以惡心回報我的善心,他們用恨情還報我的愛情。
6 κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ
求您派一惡人向他們攻訐,叫控告者站在他的右邊。
7 ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν
使他受審時,被判為罪,使他的辯護,仍構成罪案。
8 γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος
願您縮短他的年歲,讓人取去他的權位。
9 γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα
使他的子女盡成孤獨,使他的妻子流為寡婦,
10 σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν
使他的子孫流離失所,沿門乞食,使他由殘破的家室裏,被人逐離。
11 ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ
使債主搜括他所有的家產,仗外人劫掠他勞力的所賺。
12 μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ
誰也不要向他施行仁慈,誰也不要憐憫他的孤兒;
13 γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ
願他的後肓裔全被斬盡滅絕,他們的姓名被塗抹於後代。
14 ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη
願上主記念他父親的罪愆,總不要赦免他母親的過犯;
15 γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν
叫那些罪永留在上主前,從地上除去他們的記念。
16 ἀνθ’ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι
因為他們總不想施恩行善,但知道迫害弱釔和貧賤,連人靈破碎的人也摧殘。
17 καὶ ἠγάπησεν κατάραν καὶ ἥξει αὐτῷ καὶ οὐκ ἠθέλησεν εὐλογίαν καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ
他既喜愛詛咒,願詛咒臨於他!他既不愛祝福,願祝福遠離他!
18 καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ
他以詛咒為他的衣帶,詛咒如水浸入他的五內,更像脂油滲透他的骨骸,
19 γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται
好像衣服遮蔽了他,好似皮帶纏住了他。
20 τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου
凡控告我並惡言誹謗我的人,願他們由主獲得這些報應。
21 καὶ σύ κύριε κύριε ποίησον μετ’ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου ὅτι χρηστὸν τὸ ἔλεός σου
然而上主,為了您的名,求您善等我,天主,按焄您的仁慈和善良,拯救我!
22 ῥῦσαί με ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι καὶ ἡ καρδία μου τετάρακται ἐντός μου
我原來貧窮可憐,我的人腸傷痛悲慘;
23 ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην ἐξετινάχθην ὡσεὶ ἀκρίδες
我像夕陽殘影漸漸消逝,我被人驅除又與蝗蟲相似。
24 τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δῑ ἔλαιον
我的雙膝因齋戒而酸軟,我的肉體已經消瘦不堪。
25 καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς εἴδοσάν με ἐσάλευσαν κεφαλὰς αὐτῶν
我竟成了他們的笑柄,看見我的人頭搖齒冷。
26 βοήθησόν μοι κύριε ὁ θεός μου σῶσόν με κατὰ τὸ ἔλεός σου
上主,我的天主,求您扶助我,求您按著您的慈愛拯救我,
27 καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ κύριε ἐποίησας αὐτήν
讓人知道這是您手的工程,上主,的確這是您的所作所行。
28 καταράσονται αὐτοί καὶ σὺ εὐλογήσεις οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν ὁ δὲ δοῦλός σου εὐφρανθήσεται
任憑他們詛咒,惟願您予以祝福,叫您的僕人喜歡,使我的仇敵蒙羞。
29 ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν
叫誣告我的人滿被淩辱,他們蒙受恥辱,如被氅裘。
30 ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν
我要親口向上主,歌頌,要讚美祂在億萬人中。
31 ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου
因祂站在窮苦人的右邊,拯救他脫離定罪的裁判。