< Ψαλμοί 108 >

1 ᾠδὴ ψαλμοῦ τῷ Δαυιδ ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου
[A Song. A Psalm by David.] My heart is steadfast, God. I will sing and I will make music with my soul.
2 ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου
Wake up, harp and lyre. I will wake up the dawn.
3 ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε καὶ ψαλῶ σοι ἐν ἔθνεσιν
I will give thanks to you, LORD, among the nations. I will sing praises to you among the peoples.
4 ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου
For your loving kindness is great above the heavens. Your faithfulness reaches to the skies.
5 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου
Be exalted, God, above the heavens. Let your glory be over all the earth.
6 ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου
That your beloved may be delivered, save with your right hand, and answer us.
7 ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω
God has spoken from his sanctuary: "In triumph, I will divide Shechem, and measure out the Valley of Succoth.
8 ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου Ιουδας βασιλεύς μου
Gilead is mine. Manasseh is mine. Ephraim also is my helmet. Judah is my scepter.
9 Μωαβ λέβης τῆς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
Moab is my wash pot. I will toss my sandal on Edom. I will shout in triumph over Philistia."
10 τίς ἀπάξει με εἰς πόλιν περιοχῆς τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας
Who will bring me into the fortified city? Who has led me to Edom?
11 οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ὁ θεός ἐν ταῖς δυνάμεσιν ἡμῶν
Haven't you rejected us, God? You do not go forth, God, with our armies.
12 δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου
Give us help against the enemy, for the help of man is vain.
13 ἐν τῷ θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν
Through God, we will do valiantly. For it is he who will trample down our enemies.

< Ψαλμοί 108 >