< Παροιμίαι 7 >

1 υἱέ φύλασσε ἐμοὺς λόγους τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ υἱέ τίμα τὸν κύριον καὶ ἰσχύσεις πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον
Υιέ μου, φύλαττε τους λόγους μου και ταμίευσον τας εντολάς μου παρά σεαυτώ.
2 φύλαξον ἐμὰς ἐντολάς καὶ βιώσεις τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων
Φύλαττε τας εντολάς μου, και θέλεις ζήσει· και τον νόμον μου, ως την κόρην των οφθαλμών σου.
3 περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου
Δέσον αυτά επί τους δακτύλους σου, εγχάραξον αυτά επί την πλάκα της καρδίας σου.
4 εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ
Ειπέ προς την σοφίαν; συ είσαι αδελφή μου· και κάλεσον την φρόνησιν συγγενή σου·
5 ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται
διά να σε φυλάττωσιν από ξένης γυναικός, από αλλοτρίας κολακευούσης διά των λόγων αυτής.
6 ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα
Επειδή από του παραθύρου της οικίας μου έκυψα διά του δικτυωτού μου·
7 ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν
και είδον μεταξύ των αφρόνων, παρετήρησα μεταξύ των νεανίσκων, νέον ενδεή φρενών·
8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
όστις διέβαινε διά της πλατείας, πλησίον της γωνίας αυτής, και διήρχετο την οδόν προς την οικίαν αυτής,
9 καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης
εν τω εσπερινώ σκότει της ημέρας, εν τω σκοτασμώ της νυκτός και τω γνόφω·
10 ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας
και ιδού, συναπαντά αυτόν γυνή έχουσα σχήμα πορνικόν, και καρδίαν δολιόφρονα,
11 ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς
φλύαρος και αναιδής· οι πόδες αυτής δεν μένουσιν εν τω οίκω αυτής·
12 χρόνον γάρ τινα ἔξω ῥέμβεται χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει
τώρα είναι έξω, τώρα εν ταις πλατείαις, και ενεδρεύει πλησίον πάσης γωνίας.
13 εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ
Και πιάνει αυτόν και φιλεί αυτόν και με αναιδές πρόσωπον λέγει προς αυτόν,
14 θυσία εἰρηνική μοί ἐστιν σήμερον ἀποδίδωμι τὰς εὐχάς μου
Έχω θυσίας ειρηνικάς· σήμερον απέδωκα τας ευχάς μου·
15 ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε
διά τούτο εξήλθον εις απάντησίν σου, ποθούσα το πρόσωπόν σου, και σε εύρηκα·
16 κειρίαις τέτακα τὴν κλίνην μου ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου
έστρωσα την κλίνην μου με πέπλους, με τάπητας πεποικιλμένους, με νήματα της Αιγύπτου·
17 διέρραγκα τὴν κοίτην μου κρόκῳ τὸν δὲ οἶκόν μου κινναμώμῳ
εθυμίασα την κλίνην μου με σμύρναν, αλόην και κινάμωμον·
18 ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι
ελθέ, ας μεθυσθώμεν από έρωτος μέχρι της αυγής· ας εντρυφήσωμεν εις έρωτας·
19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ πεπόρευται δὲ ὁδὸν μακρὰν
διότι δεν είναι ο ανήρ εν τη οικία αυτού, υπήγεν εις οδόν μακράν·
20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ δῑ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ
έλαβε βαλάντιον αργυρίου εν τη χειρί αυτού· εν ωρισμένω καιρώ θέλει επανέλθει εις την οικίαν αυτού.
21 ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν
Διά της πολλής αυτής τέχνης απεπλάνησεν αυτόν· διά της κολακείας των χειλέων αυτής είλκυσεν αυτόν.
22 ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
Ευθύς ακολουθεί αυτήν κατόπιν, καθώς ο βους υπάγει εις την σφαγήν, ή καθώς η έλαφος πηδά εις τον βρόχον,
23 ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει
εωσού βέλος διαπεράση το ήπαρ αυτής· καθώς το πτηνόν σπεύδει εις την παγίδα και δεν εξεύρει ότι είναι εναντίον της ζωής αυτού.
24 νῦν οὖν υἱέ ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου
Τώρα λοιπόν ακούσατέ μου, τέκνα, και προσέχετε εις τους λόγους του στόματός μου.
25 μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου
Ας μη εκκλίνη εις τας οδούς αυτής η καρδία σου, μη παρεκτραπής εις τας τρίβους αυτής.
26 πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν
Διότι πολλούς έκαμε να πέσωσι πεπληγωμένοι, και δυνατοί είναι οι φονευθέντες υπ' αυτής.
27 ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμίεια τοῦ θανάτου (Sheol h7585)
Οδοί άδου είναι ο οίκος αυτής, καταβαίνουσαι εις τα ταμεία του θανάτου. (Sheol h7585)

< Παροιμίαι 7 >