< Παροιμίαι 6 >

1 υἱέ ἐὰν ἐγγυήσῃ σὸν φίλον παραδώσεις σὴν χεῖρα ἐχθρῷ
Υιέ μου, εάν έγεινας εγγυητής διά τον φίλον σου, εάν έδωκας την χείρα σου εις ξένον,
2 παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος
επαγιδεύθης διά των λόγων του στόματός σου, επιάσθης διά των λόγων του στόματός σου·
3 ποίει υἱέ ἃ ἐγώ σοι ἐντέλλομαι καὶ σῴζου ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον ἴθι μὴ ἐκλυόμενος παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω
Κάμε λοιπόν τούτο, υιέ μου, και σώζου, επειδή ήλθες εις τας χείρας του φίλου σου· ύπαγε, μη αποκάμης, και βίαζε τον φίλον σου.
4 μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις
Μη δώσης ύπνον εις τους οφθαλμούς σου, μηδέ νυσταγμόν εις τα βλεφαρά σου·
5 ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος
Σώζου, ως δορκάδιον εκ χειρός του κυνηγού και ως πτηνόν εκ χειρός του ιξευτού.
6 ἴθι πρὸς τὸν μύρμηκα ὦ ὀκνηρέ καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος
Ύπαγε προς τον μύρμηκα, ω οκνηρέ· παρατήρησον τας οδούς αυτού και γίνου σοφός·
7 ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν
όστις μη έχων άρχοντα, επιστάτην ή κυβερνήτην,
8 ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής τὴν σοφίαν τιμήσασα προήχθη
ετοιμάζει την τροφήν αυτού το θέρος, συνάγει τας τροφάς αυτού εν τω θερισμώ.
9 ἕως τίνος ὀκνηρέ κατάκεισαι πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ
Έως πότε θέλεις κοιμάσθαι, οκνηρέ; πότε θέλεις σηκωθή εκ του ύπνου σου;
10 ὀλίγον μὲν ὑπνοῖς ὀλίγον δὲ κάθησαι μικρὸν δὲ νυστάζεις ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη
Ολίγος ύπνος, ολίγος νυσταγμός, ολίγη συμπλοκή των χειρών εις τον ύπνον·
11 εἶτ’ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς ἐὰν δὲ ἄοκνος ᾖς ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει
Έπειτα η πτωχεία σου έρχεται ως ταχυδρόμος, και η ένδειά σου ως ανήρ ένοπλος.
12 ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς
Ο αχρείος άνθρωπος, ο κακότροπος άνθρωπος, περιπατεί με στόμα διεστραμμένον·
13 ὁ δ’ αὐτὸς ἐννεύει ὀφθαλμῷ σημαίνει δὲ ποδί διδάσκει δὲ ἐννεύμασιν δακτύλων
Κάμνει νεύμα διά των οφθαλμών αυτού, σημαίνει διά των ποδών αυτού, διδάσκει διά των δακτύλων αυτού·
14 διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει
μετά διεστραμμένης καρδίας μηχανάται κακά εν παντί καιρώ· εγείρει έριδας·
15 διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ διακοπὴ καὶ συντριβὴ ἀνίατος
διά τούτο εξαίφνης θέλει επέλθει η απώλεια αυτού· εξαίφνης θέλει συντριφθή ανιάτως.
16 ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ κύριος συντρίβεται δὲ δῑ ἀκαθαρσίαν ψυχῆς
Ταύτα τα εξ μισεί ο Κύριος, επτά μάλιστα βδελύττεται η ψυχή αυτού·
17 ὀφθαλμὸς ὑβριστοῦ γλῶσσα ἄδικος χεῖρες ἐκχέουσαι αἷμα δικαίου
οφθαλμούς υπερηφάνους, γλώσσαν ψευδή και χείρας εκχεούσας αίμα αθώον,
18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν
καρδίαν μηχανευομένην λογισμούς κακούς, πόδας τρέχοντας ταχέως εις το κακοποιείν,
19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν
μάρτυρα ψευδή λαλούντα ψεύδος και τον εμβάλλοντα έριδας μεταξύ αδελφών.
20 υἱέ φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου
Υιέ μου, φύλαττε την εντολήν του πατρός σου, και μη απορρίψης τον νόμον της μητρός σου.
21 ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ
Περίαψον αυτά διαπαντός επί της καρδίας σου, περίδεσον αυτά περί τον τράχηλόν σου.
22 ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτήν καὶ μετὰ σοῦ ἔστω ὡς δ’ ἂν καθεύδῃς φυλασσέτω σε ἵνα ἐγειρομένῳ συλλαλῇ σοι
Όταν περιπατής, θέλει σε οδηγεί· όταν κοιμάσαι, θέλει σε φυλάττει· και όταν εξυπνήσης, θέλει συνομιλεί μετά σου.
23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία
Διότι λύχνος είναι η εντολή και φως ο νόμος, και οι έλεγχοι της παιδείας οδός ζωής·
24 τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας
διά να σε φυλάττωσιν από κακής γυναικός, από κολακείας γλώσσης γυναικός αλλοτρίας.
25 μή σε νικήσῃ κάλλους ἐπιθυμία μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων
Μη ορεχθής το κάλλος αυτής εν τη καρδία σου· και ας μη σε θηρεύση διά των βλεφάρων αυτής.
26 τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει
Διότι εξ αιτίας γυναικός πόρνης καταντά τις έως τμήματος άρτου, η δε μοιχαλίς θηρεύει την πολύτιμον ψυχήν.
27 ἀποδήσει τις πῦρ ἐν κόλπῳ τὰ δὲ ἱμάτια οὐ κατακαύσει
Δύναταί τις να βάλη πυρ εις τον κόλπον αυτού, και τα ιμάτια αυτού να μη καώσι;
28 ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός τοὺς δὲ πόδας οὐ κατακαύσει
Δύναταί τις να περιπατήση επ' ανθράκων πυρός, και οι πόδες αυτού να μη κατακαώσιν;
29 οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς
Ούτω και ο εισερχόμενος προς την γυναίκα του πλησίον αυτού· όστις εγγίζει αυτήν, δεν θέλει αθωωθή.
30 οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν
Τον κλέπτην δεν αποστρέφονται, εάν κλέπτη διά να χορτάση την ψυχήν αυτού, όταν πεινά·
31 ἐὰν δὲ ἁλῷ ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν
αλλ' εάν πιασθή, θέλει αποδώσει επταπλάσια· θέλει δώσει πάντα τα υπάρχοντα της οικίας αυτού.
32 ὁ δὲ μοιχὸς δῑ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται
Όστις όμως μοιχεύει με γυναίκα, είναι ενδεής φρενών· απώλειαν φέρει εις την ψυχήν αυτού, όστις πράττει τούτο.
33 ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα
Πληγάς και ατιμίαν θέλει υποφέρει· και το όνειδος αυτού δεν θέλει εξαλειφθή.
34 μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως
Διότι η ζηλοτυπία είναι μανία του ανδρός, και δεν θέλει δείξει έλεος εις την ημέραν της εκδικήσεως.
35 οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων
Δεν θέλει δεχθή ουδέν λύτρον· ουδέ θέλει εξιλεωθή, και αν πολλαπλασιάσης τα δώρα.

< Παροιμίαι 6 >