< Παροιμίαι 21 >
1 ὥσπερ ὁρμὴ ὕδατος οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ οὗ ἐὰν θέλων νεύσῃ ἐκεῖ ἔκλινεν αὐτήν
As a rush of water, so is the king's heart in God's hand: he turns it wherever he may desire to point out.
2 πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος κατευθύνει δὲ καρδίας κύριος
Every man seems to himself righteous; but the Lord directs the hearts.
3 ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα
To do justly and to speak truth, are more pleasing to God than the blood of sacrifices.
4 μεγαλόφρων ἐφ’ ὕβρει θρασυκάρδιος λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία
A high-minded man is stout-hearted in [his] pride; and the lamp of the wicked is sin.
6 ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει ἐπὶ παγίδας θανάτου
He that gathers treasures with a lying tongue pursues vanity [on] to the snares of death.
7 ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια
Destruction shall lodge with the ungodly; for they refuse to do justly.
8 πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ
To the froward God sends froward ways; for his works are pure and right.
9 κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ
[It is] better to dwell in a corner on the house-top, than in plastered [rooms] with unrighteousness, and in an open house.
10 ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ’ οὐδενὸς τῶν ἀνθρώπων
The soul of the ungodly shall not be pitied by any man.
11 ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος συνίων δὲ σοφὸς δέξεται γνῶσιν
When an intemperate man is punished the simple becomes wiser: and a wise man understanding will receive knowledge.
12 συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς
A righteous man understands the hearts of the ungodly: and despises the ungodly for their wickedness.
13 ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων
He that stops his ears from hearing the poor, himself also shall cry, and there shall be none to hear [him].
14 δόσις λάθριος ἀνατρέπει ὀργάς δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν
A secret gift calms anger: but he that forbears to give stirs up strong wrath.
15 εὐφροσύνη δικαίων ποιεῖν κρίμα ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις
[It is] the joy of the righteous to do judgement: but a holy [man] is abominable with evil-doers.
16 ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται
A man that wanders out of the way of righteousness, shall rest in the congregation of giants.
17 ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον
A poor man loves mirth, loving wine and oil in abundance;
18 περικάθαρμα δὲ δικαίου ἄνομος
and a transgressor is the abomination of a righteous man.
19 κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου
[It is] better to dwell in a wilderness than with a quarrelsome and talkative and passionate woman.
20 θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν
A desirable treasure will rest on the mouth of the wise; but foolish men will swallow it up.
21 ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν
The way of righteousness and mercy will find life and glory.
22 πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφ’ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς
A wise man assaults strong cities, and demolishes the fortress in which the ungodly trusted.
23 ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ
He that keeps his mouth and his tongue keeps his soul from trouble.
24 θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται ὃς δὲ μνησικακεῖ παράνομος
A bold and self-willed and insolent [man] is called a pest: and he that remembers injuries is a transgressor.
25 ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι
Desires kill the sluggard; for his hands do not choose to do anything.
26 ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτίρει ἀφειδῶς
An ungodly man entertains evil desires all the day: but the righteous is unsparingly merciful and compassionate.
27 θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς
The sacrifices of the ungodly are abomination to the Lord, for they offer them wickedly.
28 μάρτυς ψευδὴς ἀπολεῖται ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει
A false witness shall perish; but an obedient man will speak cautiously.
29 ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ
An ungodly man impudently withstands with his face; but the upright man himself understands his ways.
30 οὐκ ἔστιν σοφία οὐκ ἔστιν ἀνδρεία οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ
There is no wisdom, there is no courage, there is no counsel against the ungodly.
31 ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου παρὰ δὲ κυρίου ἡ βοήθεια
A horse is prepared for the day of battle; but help is of the Lord.