< Παροιμίαι 2 >
1 υἱέ ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ
Υιέ μου, εάν δεχθής τους λόγους μου και ταμιεύσης τας εντολάς μου παρά σεαυτώ,
2 ὑπακούσεται σοφίας τὸ οὖς σου καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου
ώστε να προσέξη το ωτίον σου εις την σοφίαν, να κλίνης την καρδίαν σου εις την σύνεσιν·
3 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ
και εάν επικαλεσθής την φρόνησιν, και υψώσης την φωνήν σου εις την σύνεσιν·
4 καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν
εάν ζητήσης αυτήν ως αργύριον και εξερευνήσης αυτήν ως κεκρυμμένους θησαυρούς,
5 τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις
τότε θέλεις εννοήσει τον φόβον του Κυρίου και θέλεις ευρεί την επίγνωσιν του Θεού.
6 ὅτι κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις
Διότι ο Κύριος δίδει σοφίαν· εκ του στόματος αυτού εξέρχεται γνώσις και σύνεσις.
7 καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν
Αποταμιεύει σωτηρίαν εις τους ευθείς· είναι ασπίς εις τους περιπατούντας εν ακεραιότητι,
8 τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει
υπερασπίζων τας οδούς της δικαιοσύνης και φυλάττων την οδόν των οσίων αυτού.
9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς
Τότε θέλεις εννοήσει δικαιοσύνην και κρίσιν και ευθύτητα, πάσαν οδόν αγαθήν.
10 ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ
Εάν η σοφία εισέλθη εις την καρδίαν σου και η γνώσις ηδύνη την ψυχήν σου,
11 βουλὴ καλὴ φυλάξει σε ἔννοια δὲ ὁσία τηρήσει σε
ορθή βουλή θέλει σε φυλάττει, σύνεσις θέλει σε διατηρεί·
12 ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν
διά να σε ελευθερόνη από της οδού της πονηράς, από ανθρώπου λαλούντος δόλια,
13 ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους
οίτινες εγκαταλείπουσι τας οδούς της ευθύτητος, διά να περιπατώσιν εν ταις οδοίς του σκότους·
14 οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ
οίτινες ηδύνονται εις το να κάμνωσι κακόν, χαίρουσιν εις τας διαστροφάς της κακίας,
15 ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν
των οποίων αι οδοί είναι σκολιαί και αι πορείαι αυτών διεστραμμέναι·
16 τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης
διά να σε ελευθερόνη από ξένης γυναικός, από αλλοτρίας κολακευούσης με τους λόγους αυτής,
17 υἱέ μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη
ήτις εγκατέλιπε τον επιστήθιον της νεότητος αυτής και ελησμόνησε την διαθήκην του Θεού αυτής.
18 ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς
Διότι ο οίκος αυτής καταβιβάζει εις τον θάνατον, και τα βήματα αυτής εις τους νεκρούς·
19 πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς
πάντες οι εισερχόμενοι προς αυτήν δεν επιστρέφουσιν ουδέ αναλαμβάνουσι τας οδούς της ζωής·
20 εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους
διά να περιπατής εν τη οδώ των αγαθών και να φυλάττης τας τρίβους των δικαίων.
21 χρηστοὶ ἔσονται οἰκήτορες γῆς ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ
Διότι οι ευθείς θέλουσι κατοικήσει την γην, και οι τέλειοι θέλουσιν εναπολειφή εν αυτή.
22 ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ’ αὐτῆς
Οι δε ασεβείς θέλουσιν εκκοπή από της γης, και οι παράνομοι θέλουσιν εκριζωθή απ' αυτής.