< Παροιμίαι 16 >

1
לאדם מערכי-לב ומיהוה מענה לשון
2 πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται
כל-דרכי-איש זך בעיניו ותכן רוחות יהוה
3
גל אל-יהוה מעשיך ויכנו מחשבתיך
4
כל פעל יהוה למענהו וגם-רשע ליום רעה
5 ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται
תועבת יהוה כל-גבה-לב יד ליד לא ינקה
6
בחסד ואמת יכפר עון וביראת יהוה סור מרע
7 ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας
ברצות יהוה דרכי-איש גם-אויביו ישלם אתו
8 ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην
טוב-מעט בצדקה-- מרב תבואות בלא משפט
9 πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν
לב אדם יחשב דרכו ויהוה יכין צעדו
10 μαντεῖον ἐπὶ χείλεσιν βασιλέως ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ
קסם על-שפתי-מלך במשפט לא ימעל-פיו
11 ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια
פלס ומאזני משפט--ליהוה מעשהו כל-אבני-כיס
12 βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς
תועבת מלכים עשות רשע כי בצדקה יכון כסא
13 δεκτὰ βασιλεῖ χείλη δίκαια λόγους δὲ ὀρθοὺς ἀγαπᾷ
רצון מלכים שפתי-צדק ודבר ישרים יאהב
14 θυμὸς βασιλέως ἄγγελος θανάτου ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν
חמת-מלך מלאכי-מות ואיש חכם יכפרנה
15 ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον
באור-פני-מלך חיים ורצונו כעב מלקוש
16 νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
קנה-חכמה--מה-טוב מחרוץ וקנות בינה נבחר מכסף
17 τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς τηρεῖ τὴν ἑαυτοῦ ψυχήν ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ
מסלת ישרים סור מרע שמר נפשו נצר דרכו
18 πρὸ συντριβῆς ἡγεῖται ὕβρις πρὸ δὲ πτώματος κακοφροσύνη
לפני-שבר גאון ולפני כשלון גבה רוח
19 κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν
טוב שפל-רוח את-עניים (ענוים) מחלק שלל את-גאים
20 συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός
משכיל על-דבר ימצא-טוב ובוטח ביהוה אשריו
21 τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται
לחכם-לב יקרא נבון ומתק שפתים יסיף לקח
22 πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις παιδεία δὲ ἀφρόνων κακή
מקור חיים שכל בעליו ומוסר אולים אולת
23 καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην
לב חכם ישכיל פיהו ועל-שפתיו יסיף לקח
24 κηρία μέλιτος λόγοι καλοί γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς
צוף-דבש אמרי-נעם מתוק לנפש ומרפא לעצם
25 εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου
יש דרך ישר לפני-איש ואחריתה דרכי-מות
26 ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν
נפש עמל עמלה לו כי-אכף עליו פיהו
27 ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ
איש בליעל כרה רעה ועל-שפתיו (שפתו) כאש צרבת
28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους
איש תהפכות ישלח מדון ונרגן מפריד אלוף
29 ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς
איש חמס יפתה רעהו והוליכו בדרך לא-טוב
30 στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά οὗτος κάμινός ἐστιν κακίας
עצה עיניו לחשב תהפכות קרץ שפתיו כלה רעה
31 στέφανος καυχήσεως γῆρας ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται
עטרת תפארת שיבה בדרך צדקה תמצא
32 κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν
טוב ארך אפים מגבור ומשל ברוחו מלכד עיר
33 εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις παρὰ δὲ κυρίου πάντα τὰ δίκαια
בחיק יוטל את-הגורל ומיהוה כל-משפטו

< Παροιμίαι 16 >