< Παροιμίαι 15 >

1 ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς
A gentle answer turns away wrath, but a harsh word stirs up anger.
2 γλῶσσα σοφῶν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά
The tongue of the wise commends knowledge, but the mouths of fools gush out folly.
3 ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς
Yahweh’s eyes are everywhere, keeping watch on the evil and the good.
4 ἴασις γλώσσης δένδρον ζωῆς ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος
A gentle tongue is a tree of life, but deceit in it crushes the spirit.
5 ἄφρων μυκτηρίζει παιδείαν πατρός ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος
A fool despises his father’s correction, but he who heeds reproof shows prudence.
6 ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται
In the house of the righteous is much treasure, but the income of the wicked brings trouble.
7 χείλη σοφῶν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς
The lips of the wise spread knowledge; not so with the heart of fools.
8 θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ
The sacrifice made by the wicked is an abomination to Yahweh, but the prayer of the upright is his delight.
9 βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ
The way of the wicked is an abomination to Yahweh, but he loves him who follows after righteousness.
10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς
There is stern discipline for one who forsakes the way. Whoever hates reproof shall die.
11 ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων (Sheol h7585)
Sheol and Abaddon are before Yahweh— how much more then the hearts of the children of men! (Sheol h7585)
12 οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει
A scoffer doesn’t love to be reproved; he will not go to the wise.
13 καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει
A glad heart makes a cheerful face, but an aching heart breaks the spirit.
14 καρδία ὀρθὴ ζητεῖ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά
The heart of one who has understanding seeks knowledge, but the mouths of fools feed on folly.
15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός
All the days of the afflicted are wretched, but one who has a cheerful heart enjoys a continual feast.
16 κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας
Better is little, with the fear of Yahweh, than great treasure with trouble.
17 κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας
Better is a dinner of herbs, where love is, than a fattened calf with hatred.
18 ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον
A wrathful man stirs up contention, but one who is slow to anger appeases strife.
19 ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι
The way of the sluggard is like a thorn patch, but the path of the upright is a highway.
20 υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ
A wise son makes a father glad, but a foolish man despises his mother.
21 ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται
Folly is joy to one who is void of wisdom, but a man of understanding keeps his way straight.
22 ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή
Where there is no counsel, plans fail; but in a multitude of counselors they are established.
23 οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ
Joy comes to a man with the reply of his mouth. How good is a word at the right time!
24 ὁδοὶ ζωῆς διανοήματα συνετοῦ ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ (Sheol h7585)
The path of life leads upward for the wise, to keep him from going downward to Sheol. (Sheol h7585)
25 οἴκους ὑβριστῶν κατασπᾷ κύριος ἐστήρισεν δὲ ὅριον χήρας
Yahweh will uproot the house of the proud, but he will keep the widow’s borders intact.
26 βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος ἁγνῶν δὲ ῥήσεις σεμναί
Yahweh detests the thoughts of the wicked, but the thoughts of the pure are pleasing.
27 ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης ὁ δὲ μισῶν δώρων λήμψεις σῴζεται ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ
He who is greedy for gain troubles his own house, but he who hates bribes will live.
28 καρδίαι δικαίων μελετῶσιν πίστεις στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται
The heart of the righteous weighs answers, but the mouth of the wicked gushes out evil.
29 μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν εὐχαῖς δὲ δικαίων ἐπακούει κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας καρδία ἀνδρὸς λογιζέσθω δίκαια ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ
Yahweh is far from the wicked, but he hears the prayer of the righteous.
30 θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ
The light of the eyes rejoices the heart. Good news gives health to the bones.
The ear that listens to reproof lives, and will be at home among the wise.
32 ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ
He who refuses correction despises his own soul, but he who listens to reproof gets understanding.
33 φόβος θεοῦ παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ
The fear of Yahweh teaches wisdom. Before honor is humility.

< Παροιμίαι 15 >