< Παροιμίαι 11 >

1 ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ
מאזני מרמה תועבת יהוה ואבן שלמה רצונו
2 οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ ἀτιμία στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν
בא-זדון ויבא קלון ואת-צנועים חכמה
3 ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια
תמת ישרים תנחם וסלף בגדים ושדם (ישדם)
4
לא-יועיל הון ביום עברה וצדקה תציל ממות
5 δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ
צדקת תמים תישר דרכו וברשעתו יפל רשע
6 δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι
צדקת ישרים תצילם ובהות בגדים ילכדו
7 τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται
במות אדם רשע תאבד תקוה ותוחלת אונים אבדה
8 δίκαιος ἐκ θήρας ἐκδύνει ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής
צדיק מצרה נחלץ ויבא רשע תחתיו
9 ἐν στόματι ἀσεβῶν παγὶς πολίταις αἴσθησις δὲ δικαίων εὔοδος
בפה--חנף ישחת רעהו ובדעת צדיקים יחלצו
10 ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις
בטוב צדיקים תעלץ קריה ובאבד רשעים רנה
11 στόμασιν δὲ ἀσεβῶν κατεσκάφη
בברכת ישרים תרום קרת ובפי רשעים תהרס
12 μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει
בז-לרעהו חסר-לב ואיש תבונות יחריש
13 ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ πιστὸς δὲ πνοῇ κρύπτει πράγματα
הולך רכיל מגלה-סוד ונאמן-רוח מכסה דבר
14 οἷς μὴ ὑπάρχει κυβέρνησις πίπτουσιν ὥσπερ φύλλα σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ
באין תחבלות יפל-עם ותשועה ברב יועץ
15 πονηρὸς κακοποιεῖ ὅταν συμμείξῃ δικαίῳ μισεῖ δὲ ἦχον ἀσφαλείας
רע-ירוע כי-ערב זר ושנא תקעים בוטח
16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ
אשת-חן תתמך כבוד ועריצים יתמכו-עשר
17 τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων
גמל נפשו איש חסד ועכר שארו אכזרי
18 ἀσεβὴς ποιεῖ ἔργα ἄδικα σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας
רשע--עשה פעלת-שקר וזרע צדקה שכר אמת
19 υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον
כן-צדקה לחיים ומרדף רעה למותו
20 βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν
תועבת יהוה עקשי-לב ורצונו תמימי דרך
21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν
יד ליד לא-ינקה רע וזרע צדיקים נמלט
22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός οὕτως γυναικὶ κακόφρονι κάλλος
נזם זהב באף חזיר-- אשה יפה וסרת טעם
23 ἐπιθυμία δικαίων πᾶσα ἀγαθή ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται
תאות צדיקים אך-טוב תקות רשעים עברה
24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται
יש מפזר ונוסף עוד וחשך מישר אך-למחסור
25 ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων
נפש-ברכה תדשן ומרוה גם-הוא יורא
26 ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος
מנע בר יקבהו לאום וברכה לראש משביר
27 τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν ἐκζητοῦντα δὲ κακά καταλήμψεται αὐτόν
שחר טוב יבקש רצון ודרש רעה תבואנו
28 ὁ πεποιθὼς ἐπὶ πλούτῳ οὗτος πεσεῖται ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ
בוטח בעשרו הוא יפול וכעלה צדיקים יפרחו
29 ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον δουλεύσει δὲ ἄφρων φρονίμῳ
עכר ביתו ינחל-רוח ועבד אויל לחכם-לב
30 ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων
פרי-צדיק עץ חיים ולקח נפשות חכם
31 εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται
הן צדיק בארץ ישלם אף כי-רשע וחוטא

< Παροιμίαι 11 >