< Ἀριθμοί 1 >

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων
Un Tas Kungs runāja uz Mozu Sinaī tuksnesī, saiešanas teltī, pirmā dienā, otrā mēnesī, otrā gadā pēc viņu iziešanas no Ēģiptes zemes, sacīdams:
2 λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ κατὰ συγγενείας αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πᾶς ἄρσην
Uzņemiet visas Israēla bērnu draudzes pulku pēc viņu ciltīm, viņu tēvu namiem, skaitīdami visu to ļaužu vārdus, kas ir no vīriešu kārtas, pēc viņu galvām,
3 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς
Kas divdesmit gadus un pāri ir, visus, kas Israēla starpā iet karā, tos tev būs skaitīt pēc viņu pulkiem, tev un Āronam.
4 καὶ μεθ’ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ’ οἴκους πατριῶν ἔσονται
Lai arī līdz ar jums ir no ikkatras cilts viens vīrs, kas ir virsnieks pār savu tēvu namu.
5 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ’ ὑμῶν τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
Šie nu ir to vīru vārdi, kam pie jums būs stāvēt. No Rūbena: Elicurs, Šedeūra dēls,
6 τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
No Sīmeana: Šelumiēls, Curi-Šadaja dēls.
7 τῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ
No Jūda: Nahšons, Aminadaba dēls,
8 τῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
No Īsašara: Nataneēls, Cuāra dēls,
9 τῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
No Zebulona: Eliabs, Ķelona dēls,
10 τῶν υἱῶν Ιωσηφ τῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ τῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
No Jāzepa bērniem, no Efraīma: Elišams, Amiuda dēls, no Manasus: Eamliēls, Pedacura dēls,
11 τῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
No Benjamina: Abidans, Sideona dēls,
12 τῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
No Dana: Ahiēzars, Ami-Šadaja dēls,
13 τῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
No Ašera: Paģiēls, Okrana dēls,
14 τῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
No Gada: Eliazavs, Deguēļa dēls,
15 τῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν
No Naftalus: Ahirus, Enana dēls.
16 οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς χιλίαρχοι Ισραηλ εἰσίν
Šie ir tie draudzes runas vīri, virsnieki pār savu tēvu ciltīm, virsnieki pār Israēla tūkstošiem.
17 καὶ ἔλαβεν Μωυσῆς καὶ Ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος
Tad Mozus un Ārons ņēma šos vīrus, kā tie ar vārdiem ir nosaukti,
18 καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν κατὰ πατριὰς αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν
Un sapulcēja visu draudzi pirmā dienā, otrā mēnesī, un tie pierakstījās cilts rakstos pēc savām ciltīm, pēc saviem tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, pēc savām galvām;
19 ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ Σινα
Kā Tas Kungs Mozum bija pavēlējis, un tā viņš tos skaitīja Sinaī tuksnesī.
20 καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
Tad Rūbena, Israēla pirmdzimušā, bērni, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, kam vārdi tapa skaitīti pēc savām galvām, visi no vīriešu kārtas no divdesmit gadiem un pāri, visi, kas gāja karā:
21 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ρουβην ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
Tie tika skaitīti Rūbena ciltī četrdesmit un seši tūkstoši un pieci simti.
22 τοῖς υἱοῖς Συμεων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Sīmeana bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, kas no tiem tapa skaitīti, pēc vārdu skaita, pēc savām galvām, visi no vīriešu kārtas no divdesmit gadiem un pāri, visi, kas gāja karā:
23 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι
Tie tika skaitīti Sīmeana ciltī piecdesmit deviņi tūkstoši un trīssimt.
24 τοῖς υἱοῖς Ιουδα κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Gada bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita no divdesmit gadiem un pāri, visi, kas gāja karā:
25 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ιουδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι
Tie tika skaitīti Gada ciltī četrdesmit pieci tūkstoši sešsimt un piecdesmit.
26 τοῖς υἱοῖς Ισσαχαρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Jūda bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita no divdesmit gadiem un pāri, visi, kas gāja karā:
27 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
Tie tika skaitīti Jūda ciltī septiņdesmit četri tūkstoši un seši simti.
28 τοῖς υἱοῖς Ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Īsašara bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, visi, kas gāja karā:
29 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
Tie tika skaitīti Īsašara ciltī piecdesmit četri tūkstoši un četri simti.
30 τοῖς υἱοῖς Ιωσηφ υἱοῖς Εφραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Zebulona bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, visi, kas gāja karā:
31 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Εφραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
Tie tika skaitīti Zebulona ciltī piecdesmit septiņi tūkstoši un četri simti.
32 τοῖς υἱοῖς Μανασση κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Jāzepa bērniem, no Efraīma bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, visi, kas gāja karā:
33 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι
Tie tika skaitīti Efraīma ciltī četrdesmit tūkstoši un piecsimt.
34 τοῖς υἱοῖς Βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Manasus bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, visi, kas gāja karā:
35 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι
Tie tika skaitīti Manasus ciltī trīsdesmit divi tūkstoši un divi simti.
36 τοῖς υἱοῖς Γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Benjamina bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, visi, kas gāja karā:
37 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα
Tie tika skaitīti Benjamina ciltī trīsdesmit pieci tūkstoši un četrsimt.
38 τοῖς υἱοῖς Δαν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Dana bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, visi, kas gāja karā:
39 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
Tie tika skaitīti Dana ciltī sešdesmit divi tūkstoši un septiņsimt.
40 τοῖς υἱοῖς Ασηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
No Ašera bērniem, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, visi, kas gāja karā:
41 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
Tie tika skaitīti Ašera ciltī četrdesmit un viens tūkstotis un pieci simti.
42 τοῖς υἱοῖς Νεφθαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει
Naftalus bērni, viņu dzimumi pēc savām ciltīm, pēc savu tēvu namiem, pēc vārdu skaita, no divdesmit gadiem un pāri, visi, kas gāja karā:
43 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
Tie tika skaitīti Naftalus ciltī piecdesmit trīs tūkstoši un četrsimt.
44 αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἷς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν
Šie ir tie skaitītie, ko skaitījuši Mozus un Ārons un Israēla virsnieki, divpadsmit vīri, - ikviens bija pār savu tēvu namu.
45 καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ
Un viss viņu skaits no Israēla bērniem pēc tēvu namiem, no divdesmit gadiem un pāri, visi, kas no Israēla gāja karā,
46 ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα
Visi tie skaitītie bija sešsimt trīs tūkstoši un piecsimt piecdesmit.
47 οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ισραηλ
Bet Leviti pēc savu tēvu cilts netapa pie tiem pieskaitīti.
48 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Jo Tas Kungs bija uz Mozu runājis sacīdams:
49 ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Ισραηλ
Levja cilti vien tev nebūs skaitīt, nedz viņu pulku pieņemt pie Israēla bērniem.
50 καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν
Bet tu iecel Levitus pār liecības telti un pār visiem viņas rīkiem un pār visu, kas tai pieder; tiem būs to telti nest un visus viņas rīkus, un viņiem būs pie tās kalpot un ap to telti apmesties.
51 καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ Λευῖται καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω
Un kad telts pacelsies, tad Levitiem to būs noārdīt, un kad telts apmetīsies, tad Levitiem to būs uzcelt; bet ja kāds svešinieks pieiet, tam būs mirt.
52 καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν
Un Israēla bērniem būs apmesties ikvienam pie sava lēģera un ikvienam pie sava karoga pēc saviem pulkiem.
53 οἱ δὲ Λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ισραηλ καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου
Bet Levitiem būs apmesties ap liecības dzīvokli, ka nekāda dusmība nenāk pār Israēla bērnu draudzi; tāpēc Levitiem būs sargāt liecības dzīvokli.
54 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων οὕτως ἐποίησαν
Un Israēla bērni darīja pēc visa, tā kā Tas Kungs Mozum bija pavēlējis; tā tie darīja.

< Ἀριθμοί 1 >