< Ἀριθμοί 35 >

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων
エリコに近いヨルダンのほとりのモアブの平野で、主はモーセに言われた、
2 σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ δώσουσιν τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευίταις
「イスラエルの人々に命じて、その獲た嗣業のうちから、レビびとに住むべき町々を与えさせなさい。また、あなたがたは、その町々の周囲の放牧地をレビびとに与えなければならない。
3 καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν
その町々は彼らの住む所、その放牧地は彼らの家畜と群れ、およびすべての獣のためである。
4 καὶ τὰ συγκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῖς Λευίταις ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ
あなたがたがレビびとに与える町々の放牧地は、町の石がきから一千キュビトの周囲としなければならない。
5 καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν καὶ τὰ ὅμορα τῶν πόλεων
あなたがたは町の外で東側に二千キュビト、南側に二千キュビト、西側に二千キュビト、北側に二千キュビトを計り、町はその中央にしなければならない。彼らの町の放牧地はこのようにしなければならない。
6 καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύσαντι καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις
あなたがたがレビびとに与える町々は六つで、のがれの町とし、人を殺した者がのがれる所としなければならない。なおこのほかに四十二の町を与えなければならない。
7 πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις τεσσαράκοντα καὶ ὀκτὼ πόλεις ταύτας καὶ τὰ προάστεια αὐτῶν
すなわちあなたがたがレビびとに与える町は合わせて四十八で、これをその放牧地と共に与えなければならない。
8 καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ισραηλ ἀπὸ τῶν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ ἣν κληρονομήσουσιν δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις
あなたがたがイスラエルの人々の所有のうちからレビびとに町々を与えるには、大きい部族からは多く取り、小さい部族からは少なく取り、おのおの受ける嗣業にしたがって、その町々をレビびとに与えなければならない」。
9 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
主はモーセに言われた、
10 λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν
「イスラエルの人々に言いなさい。あなたがたがヨルダンを渡ってカナンの地にはいるときは、
11 καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις φυγαδευτήρια ἔσται ὑμῖν φυγεῖν ἐκεῖ τὸν φονευτήν πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως
あなたがたのために町を選んで、のがれの町とし、あやまって人を殺した者を、そこにのがれさせなければならない。
12 καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν
これはあなたがたが復讐する者を避けてのがれる町であって、人を殺した者が会衆の前に立って、さばきを受けないうちに、殺されることのないためである。
13 καὶ αἱ πόλεις ἃς δώσετε τὰς ἓξ πόλεις φυγαδευτήρια ἔσονται ὑμῖν
あなたがたが与える町々のうち、六つをのがれの町としなければならない。
14 τὰς τρεῖς πόλεις δώσετε ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χανααν
すなわちヨルダンのかなたで三つの町を与え、カナンの地で三つの町を与えて、のがれの町としなければならない。
15 φυγάδιον ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως
これらの六つの町は、イスラエルの人々と、他国の人および寄留者のために、のがれの場所としなければならない。すべてあやまって人を殺した者が、そこにのがれるためである。
16 ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτόν καὶ τελευτήσῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής
もし人が鉄の器で、人を打って死なせたならば、その人は故殺人である。故殺人は必ず殺されなければならない。
17 ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρός ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν καὶ ἀποθάνῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής
またもし人を殺せるほどの石を取って、人を打って死なせたならば、その人は故殺人である。故殺人は必ず殺されなければならない。
18 ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρός ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν καὶ ἀποθάνῃ φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονευτής
あるいは人を殺せるほどの木の器を取って、人を打って死なせたならば、その人は故殺人である。故殺人は必ず殺されなければならない。
19 ὁ ἀγχιστεύων τὸ αἷμα οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα ὅταν συναντήσῃ αὐτῷ οὗτος ἀποκτενεῖ αὐτόν
血の復讐をする者は、自分でその故殺人を殺すことができる。すなわち彼に出会うとき、彼を殺すことができる。
20 ἐὰν δὲ δῑ ἔχθραν ὤσῃ αὐτὸν καὶ ἐπιρρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου καὶ ἀποθάνῃ
またもし恨みのために人を突き、あるいは故意に人に物を投げつけて死なせ、
21 ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω ὁ πατάξας φονευτής ἐστιν θανάτῳ θανατούσθω ὁ φονεύων ὁ ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ
あるいは恨みによって手で人を打って死なせたならば、その打った者は必ず殺されなければならない。彼は故殺人だからである。血の復讐をする者は、その故殺人に出会うとき殺すことができる。
22 ἐὰν δὲ ἐξάπινα οὐ δῑ ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου
しかし、もし恨みもないのに思わず人を突き、または、なにごころなく人に物を投げつけ、
23 ἢ παντὶ λίθῳ ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς καὶ ἐπιπέσῃ ἐπ’ αὐτόν καὶ ἀποθάνῃ αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν
あるいは人のいるのも見ずに、人を殺せるほどの石を投げつけて死なせた場合、その人がその敵でもなく、また害を加えようとしたのでもない時は、
24 καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα
会衆はこれらのおきてによって、その人を殺した者と、血の復讐をする者との間をさばかなければならない。
25 καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέφυγεν καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ
すなわち会衆はその人を殺した者を血の復讐をする者の手から救い出して、逃げて行ったのがれの町に返さなければならない。その者は聖なる油を注がれた大祭司の死ぬまで、そこにいなければならない。
26 ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς πόλεως εἰς ἣν κατέφυγεν ἐκεῖ
しかし、もし人を殺した者が、その逃げて行ったのがれの町の境を出た場合、
27 καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα οὐκ ἔνοχός ἐστιν
血の復讐をする者は、のがれの町の境の外で、これに出会い、血の復讐をする者が、その人を殺した者を殺しても、彼には血を流した罪はない。
28 ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ
彼は大祭司の死ぬまで、そののがれの町におるべきものだからである。大祭司の死んだ後は、人を殺した者は自分の所有の地にかえることができる。
29 καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν
これらのことはすべてあなたがたの住む所で、代々あなたがたのためのおきての定めとしなければならない。
30 πᾶς πατάξας ψυχήν διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανεῖν
人を殺した者、すなわち故殺人はすべて証人の証言にしたがって殺されなければならない。しかし、だれもただひとりの証言によって殺されることはない。
31 καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι θανάτῳ γὰρ θανατωθήσεται
あなたがたは死に当る罪を犯した故殺人の命のあがないしろを取ってはならない。彼は必ず殺されなければならない。
32 οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν εἰς πόλιν τῶν φυγαδευτηρίων τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας
また、のがれの町にのがれた者のために、あがないしろを取って大祭司の死ぬ前に彼を自分の地に帰り住まわせてはならない。
33 καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς κατοικεῖτε τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν γῆν καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ’ αὐτῆς ἀλλ’ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος
あなたがたはそのおる所の地を汚してはならない。流血は地を汚すからである。地の上に流された血は、それを流した者の血によらなければあがなうことができない。
34 καὶ οὐ μιανεῖτε τὴν γῆν ἐφ’ ἧς κατοικεῖτε ἐπ’ αὐτῆς ἐφ’ ἧς ἐγὼ κατασκηνώσω ἐν ὑμῖν ἐγὼ γάρ εἰμι κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ
あなたがたは、その住む所の地、すなわちわたしのおる地を汚してはならない。主なるわたしがイスラエルの人々のうちに住んでいるからである」。

< Ἀριθμοί 35 >