< Ἀριθμοί 34 >
1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
2 ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς
Πρόσταξον τους υιούς Ισραήλ και ειπέ προς αυτούς, Όταν εισέλθητε εις την γην Χαναάν, την γην εκείνην ήτις θέλει σας πέσει εις κληρονομίαν, την γην Χαναάν μετά των ορίων αυτής,
3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν
τότε το μέρος σας το προς μεσημβρίαν θέλει είσθαι από της ερήμου Σιν έως πλησίον Εδώμ· και τα μεσημβρινά όριά σας θέλουσιν είσθαι από του άκρου της αλμυράς θαλάσσης προς ανατολάς·
4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα
και το όριόν σας θέλει στρέφει από μεσημβρίας προς την ανάβασιν Ακραββίμ, και θέλει διέρχεσθαι εις Σίν· και θέλει προχωρεί από του μεσημβρινού μέρους έως Κάδης-βαρνή, και θέλει εκβαίνει εις Ασάρ-αδδάρ, και θέλει διαβαίνει έως Ασμών·
5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα
και θέλει στρέφεσθαι το όριον από Ασμών έως του χειμάρρου της Αιγύπτου, και θέλει καταντήσει εις την θάλασσαν.
6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης
Δυτικόν δε όριον θέλετε έχει την θάλασσαν την μεγάλην· αύτη θέλει είσθαι το δυτικόν όριόν σας.
7 καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος
Και ταύτα θέλουσιν είσθαι τα αρκτικά όριά σας· από της μεγάλης θαλάσσης θέλετε θέσει όριόν σας το όρος Ωρ·
8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα
από του όρους Ωρ θέλετε θέσει όριόν σας έως της εισόδου Αιμάθ, και θέλει προχωρεί το όριον εις Σεδάδ·
9 καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ
και θέλει προχωρεί το όριον εις Ζιφρών, και θέλει καταντήσει εις Ασάρ-ενάν· τούτο θέλει είσθαι το αρκτικόν όριόν σας.
10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα
Και θέλετε θέσει τα ανατολικά όριά σας από Ασάρ-ενάν έως Σεπφάμ·
11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν
και θέλει καταβαίνει το όριον από Σεπφάμ έως Ριβλά, προς ανατολάς του Αείν· και θέλει καταβαίνει το όριον και θέλει φθάνει εις το πλάγιον της θαλάσσης Χιννερώθ προς ανατολάς·
12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ
και θέλει καταβαίνει το όριον προς τον Ιορδάνην και θέλει καταντήσει εις την αλμυράν θάλασσαν. Αύτη είναι η γη σας κατά τα όρια αυτής κύκλω.
13 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση
Και προσέταξεν ο Μωϋσής τους υιούς Ισραήλ λέγων, Αύτη είναι η γη, την οποίαν θέλετε κληρονομήσει διά κλήρων, την οποίαν ο Κύριος προσέταξε να δοθή εις τας εννέα φυλάς και εις το ήμισυ της φυλής.
14 ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ’ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν
Διότι η φυλή των υιών Ρουβήν κατά τον οίκον των πατέρων αυτών και η φυλή των υιών Γαδ κατά τον οίκον των πατέρων αυτών, έλαβον την κληρονομίαν αυτών· και το ήμισυ της φυλής του Μανασσή έλαβε την κληρονομίαν αυτού.
15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ’ ἀνατολάς
Αι δύο φυλαί και το ήμισυ της φυλής έλαβον την κληρονομίαν αυτών εντεύθεν του Ιορδάνου κατέναντι της Ιεριχώ, προς ανατολάς.
16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
17 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη
Ταύτα είναι τα ονόματα των ανδρών, οίτινες θέλουσι κληροδοτήσει εις εσάς την γήν· Ελεάζαρ ο ιερεύς και Ιησούς ο υιός του Ναυή·
18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν
και θέλετε λάβει ανά ένα άρχοντα αφ' εκάστης φυλής, διά να κληροδοτήσωσι την γήν·
19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη
και ταύτα είναι τα ονόματα των ανδρών· Εκ της φυλής Ιούδα, Χάλεβ ο υιός του Ιεφοννή·
20 τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ
και εκ της φυλής των υιών Συμεών, Σαμουήλ ο υιός του Αμμιούδ·
21 τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων
εκ της φυλής Βενιαμίν, Ελιδάδ ο υιός του Χισλών·
22 τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι
και εκ της φυλής των υιών Δαν, ο άρχων Βουκκί ο υιός του Ιογλί·
23 τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι
εκ των υιών Ιωσήφ, εκ της φυλής των υιών Μανασσή, ο άρχων Ανιήλ ο υιός του Εφώδ·
24 τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα
και εκ της φυλής των υιών Εφραΐμ, ο άρχων Κεμουήλ ο υιός του Σιφτάν·
25 τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ
και εκ της φυλής των υιών Ζαβουλών, ο άρχων Ελισαφάν ο υιός του Φαρνάχ·
26 τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα
και εκ της φυλής των υιών Ισσάχαρ, ο άρχων Φαλτιήλ ο υιός του Αζάν·
27 τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι
και εκ της φυλής των υιών Ασήρ, ο άρχων Αχιούδ ο υιός του Σελωμί·
28 τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ
και εκ της φυλής των υιών Νεφθαλί, ο άρχων Φεδαήλ ο υιός του Αμμιούδ.
29 οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν
Ούτοι είναι, τους οποίους προσέταξεν ο Κύριος να κληροδοτήσωσιν εις τους υιούς Ισραήλ εν τη γη Χαναάν.