< Ἀριθμοί 31 >
1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
耶和华吩咐摩西说:
2 ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ισραηλ ἐκ τῶν Μαδιανιτῶν καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου
“你要在米甸人身上报以色列人的仇,后来要归到你列祖那里。”
3 καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λέγων ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιαν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ κυρίου τῇ Μαδιαν
摩西吩咐百姓说:“要从你们中间叫人带兵器出去攻击米甸,好在米甸人身上为耶和华报仇。
4 χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς ἐκ πασῶν φυλῶν Ισραηλ ἀποστείλατε παρατάξασθαι
从以色列众支派中,每支派要打发一千人去打仗。”
5 καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ισραηλ χιλίους ἐκ φυλῆς δώδεκα χιλιάδες ἐνωπλισμένοι εἰς παράταξιν
于是从以色列千万人中,每支派交出一千人,共一万二千人,带着兵器预备打仗。
6 καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν καὶ Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν
摩西就打发每支派的一千人去打仗,并打发祭司以利亚撒的儿子非尼哈同去;非尼哈手里拿着圣所的器皿和吹大声的号筒。
7 καὶ παρετάξαντο ἐπὶ Μαδιαν καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν
他们就照耶和华所吩咐摩西的,与米甸人打仗,杀了所有的男丁。
8 καὶ τοὺς βασιλεῖς Μαδιαν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν καὶ τὸν Ευιν καὶ τὸν Σουρ καὶ τὸν Ροκομ καὶ τὸν Ουρ καὶ τὸν Ροβοκ πέντε βασιλεῖς Μαδιαν καὶ τὸν Βαλααμ υἱὸν Βεωρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν
在所杀的人中,杀了米甸的五王,就是以未、利金、苏珥、户珥、利巴,又用刀杀了比珥的儿子巴兰。
9 καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιαν καὶ τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν
以色列人掳了米甸人的妇女孩子,并将他们的牲畜、羊群,和所有的财物都夺了来,当作掳物,
10 καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί
又用火焚烧他们所住的城邑和所有的营寨,
11 καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους
把一切所夺的、所掳的,连人带牲畜都带了去,
12 καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ ἥ ἐστιν ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
将所掳的人,所夺的牲畜、财物,都带到摩押平原,在约旦河边与耶利哥相对的营盘,交给摩西和祭司以利亚撒,并以色列的会众。
13 καὶ ἐξῆλθεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς
摩西和祭司以利亚撒,并会众一切的首领,都出到营外迎接他们。
14 καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου
摩西向打仗回来的军长,就是千夫长、百夫长,发怒,
15 καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ
对他们说:“你们要存留这一切妇女的活命吗?
16 αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ισραηλ κατὰ τὸ ῥῆμα Βαλααμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα κυρίου ἕνεκεν Φογωρ καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ κυρίου
这些妇女因巴兰的计谋,叫以色列人在毗珥的事上得罪耶和华,以致耶和华的会众遭遇瘟疫。
17 καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ καὶ πᾶσαν γυναῖκα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε
所以,你们要把一切的男孩和所有已嫁的女子都杀了。
18 πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν ἥτις οὐκ οἶδεν κοίτην ἄρσενος ζωγρήσατε αὐτάς
但女孩子中,凡没有出嫁的,你们都可以存留她的活命。
19 καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν
你们要在营外驻扎七日;凡杀了人的,和一切摸了被杀的,并你们所掳来的人口,第三日,第七日,都要洁净自己,
20 καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε
也要因一切的衣服、皮物、山羊毛织的物,和各样的木器,洁净自己。”
21 καὶ εἶπεν Ελεαζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃ συνέταξεν κύριος τῷ Μωυσῇ
祭司以利亚撒对打仗回来的兵丁说:“耶和华所吩咐摩西律法中的条例乃是这样:
22 πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου
金、银、铜、铁、锡、铅,
23 πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ’ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δῑ ὕδατος
凡能见火的,你们要叫它经火就为洁净,然而还要用除污秽的水洁净它;凡不能见火的,你们要叫它过水。
24 καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν
第七日,你们要洗衣服,就为洁净,然后可以进营。”
25 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
耶和华晓谕摩西说:
26 λαβὲ τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους σὺ καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς
“你和祭司以利亚撒,并会众的各族长,要计算所掳来的人口和牲畜的总数。
27 καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς
把所掳来的分作两半:一半归与出去打仗的精兵,一半归与全会众。
28 καὶ ἀφελεῖτε τέλος κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν
又要从出去打仗所得的人口、牛、驴、羊群中,每五百取一,作为贡物奉给耶和华。
29 καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήμψεσθε καὶ δώσεις Ελεαζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς κυρίου
从他们一半之中,要取出来交给祭司以利亚撒,作为耶和华的举祭。
30 καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ισραηλ λήμψῃ ἕνα ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς ἐν τῇ σκηνῇ κυρίου
从以色列人的一半之中,就是从人口、牛、驴、羊群、各样牲畜中,每五十取一,交给看守耶和华帐幕的利未人。”
31 καὶ ἐποίησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
于是摩西和祭司以利亚撒照耶和华所吩咐摩西的行了。
32 καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταί ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες
除了兵丁所夺的财物以外,所掳来的:羊六十七万五千只;
33 καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες
牛七万二千只;
34 καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες
驴六万一千匹;
35 καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες
女人共三万二千口,都是没有出嫁的。
36 καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
出去打仗之人的分,就是他们所得的那一半,共计羊三十三万七千五百只,
37 καὶ ἐγένετο τὸ τέλος κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε
从其中归耶和华为贡物的,有六百七十五只;
38 καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες καὶ τὸ τέλος κυρίῳ δύο καὶ ἑβδομήκοντα
牛三万六千只,从其中归耶和华为贡物的,有七十二只;
39 καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι καὶ τὸ τέλος κυρίῳ εἷς καὶ ἑξήκοντα
驴三万零五百匹,从其中归耶和华为贡物的,有六十一匹;
40 καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί
人一万六千口,从其中归耶和华的,有三十二口。
41 καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ Ελεαζαρ τῷ ἱερεῖ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
摩西把贡物,就是归与耶和华的举祭,交给祭司以利亚撒,是照耶和华所吩咐摩西的。
42 ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν
以色列人所得的那一半,就是摩西从打仗的人取来分给他们的。(
43 καὶ ἐγένετο τὸ ἡμίσευμα τὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
会众的那一半有:羊三十三万七千五百只;
44 καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες
牛三万六千只;
45 ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι
驴三万零五百匹;
46 καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες
人一万六千口。)
47 καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
无论是人口是牲畜,摩西每五十取一,交给看守耶和华帐幕的利未人,是照耶和华所吩咐摩西的。
48 καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι
带领千军的各军长,就是千夫长、百夫长,都近前来见摩西,
49 καὶ εἶπαν πρὸς Μωυσῆν οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ’ ἡμῶν καὶ οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς
对他说:“仆人权下的兵已经计算总数,并不短少一人。
50 καὶ προσενηνόχαμεν τὸ δῶρον κυρίῳ ἀνὴρ ὃ εὗρεν σκεῦος χρυσοῦν χλιδῶνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι κυρίου
如今我们将各人所得的金器,就是脚链子、镯子、打印的戒指、耳环、手钏,都送来为耶和华的供物,好在耶和华面前为我们的生命赎罪。”
51 καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ’ αὐτῶν πᾶν σκεῦος εἰργασμένον
摩西和祭司以利亚撒就收了他们的金子,都是打成的器皿。
52 καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαίρεμα ὃ ἀφεῖλον κυρίῳ ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων
千夫长、百夫长所献给耶和华为举祭的金子共有一万六千七百五十舍客勒。
53 καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ
各兵丁都为自己夺了财物。
54 καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου
摩西和祭司以利亚撒收了千夫长、百夫长的金子,就带进会幕,在耶和华面前作为以色列人的纪念。