< Ἀριθμοί 3 >

1 καὶ αὗται αἱ γενέσεις Ααρων καὶ Μωυσῆ ἐν ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινα
Hæ sunt generationes Aaron et Moysi in die qua locutus est Dominus ad Moysen in monte Sinai.
2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων πρωτότοκος Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
Et hæc nomina filiorum Aaron: primogenitus eius Nadab, deinde Abiu, et Eleazar, et Ithamar.
3 ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων οἱ ἱερεῖς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν
Hæc nomina filiorum Aaron sacerdotum qui uncti sunt, et quorum repletæ et consecratæ manus ut sacerdotio fungerentur.
4 καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα καὶ παιδία οὐκ ἦν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ’ Ααρων τοῦ πατρὸς αὐτῶν
Mortui sunt enim Nadab et Abiu cum offerrent ignem alienum in conspectu Domini in deserto Sinai, absque liberis: functique sunt sacerdotio Eleazar et Ithamar coram Aaron patre suo.
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Locutusque est Dominus ad Moysen, dicens:
6 λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ
Applica tribum Levi, et fac stare in conspectu Aaron sacerdotis ut ministrent ei, et excubent,
7 καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς
et observent quidquid ad cultum pertinet multitudinis coram tabernaculo testimonii,
8 καὶ φυλάξουσιν πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς
et custodiant vasa tabernaculi, servientes in ministerio eius.
9 καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν δόμα δεδομένοι οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ισραηλ
Dabisque dono Levitas
10 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται
Aaron et filiis eius, quibus traditi sunt a filiis Israel. Aaron autem et filios eius constitues super cultum sacerdotii. Externus, qui ad ministrandum accesserit, morietur.
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Locutusque est Dominus ad Moysen, dicens:
12 καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ισραηλ λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται
Ego tuli Levitas a filiis Israel pro omni primogenito, qui aperit vulvam in filiis Israel, eruntque Levitæ mei.
13 ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος
Meum est enim omne primogenitum: ex quo percussi primogenitos in Terra Ægypti: sanctificavi mihi quidquid primum nascitur in Israel ab homine usque ad pecus, mei sunt: ego Dominus.
14 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα λέγων
Locutusque est Dominus ad Moysen in deserto Sinai, dicens:
15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς
Numera filios Levi per domos patrum suorum et familias, omnem masculum ab uno mense, et supra.
16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος
Numeravit Moyses, ut præceperat Dominus,
17 καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτῶν Γεδσων Κααθ καὶ Μεραρι
et inventi sunt filii Levi per nomina sua, Gerson et Caath et Merari.
18 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων κατὰ δήμους αὐτῶν Λοβενι καὶ Σεμεϊ
Filii Gerson: Lebni et Semei.
19 καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτῶν Αμραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
Filii Caath: Amram et Iesaar, Hebron et Oziel.
20 καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτῶν Μοολι καὶ Μουσι οὗτοί εἰσιν δῆμοι τῶν Λευιτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
Filii Merari: Moholi et Musi.
21 τῷ Γεδσων δῆμος τοῦ Λοβενι καὶ δῆμος τοῦ Σεμεϊ οὗτοι δῆμοι τοῦ Γεδσων
De Gerson fuere familiæ duæ, Lebnitica, et Semeitica:
22 ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἡ ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι
quarum numeratus est populus sexus masculini ab uno mense et supra, septem millia quingenti.
23 καὶ υἱοὶ Γεδσων ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν
Hi post tabernaculum metabuntur ad Occidentem
24 καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσων Ελισαφ υἱὸς Λαηλ
sub principe Eliasaph filio Lael.
25 καὶ ἡ φυλακὴ υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἡ σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Et habebunt excubias in tabernaculo fœderis,
26 καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ
ipsum tabernaculum et operimentum eius, tentorium quod trahitur ante fores tecti fœderis, et cortinas atrii: tentorium quoque quod appenditur in introitu atrii tabernaculi, et quidquid ad ritum altaris pertinet, funes tabernaculi et omnia utensilia eius.
27 τῷ Κααθ δῆμος ὁ Αμραμις καὶ δῆμος ὁ Σααρις καὶ δῆμος ὁ Χεβρωνις καὶ δῆμος ὁ Οζιηλις οὗτοί εἰσιν δῆμοι τοῦ Κααθ
Cognatio Caath habebit populos Amramitas et Iesaaritas et Hebronitas et Ozielitas. Hæ sunt familiæ Caathitarum recensitæ per nomina sua:
28 κατὰ ἀριθμὸν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων
omnes generis masculini ab uno mense et supra, octo millia sexcenti habebunt excubias Sanctuarii,
29 οἱ δῆμοι τῶν υἱῶν Κααθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα
et castrametabuntur ad meridianam plagam.
30 καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Κααθ Ελισαφαν υἱὸς Οζιηλ
Princepsque eorum erit Elisaphan filius Oziel:
31 καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν
et custodient arcam, mensamque et candelabrum, altaria et vasa Sanctuarii, in quibus ministratur, et velum, cunctamque huiuscemodi supellectilem.
32 καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν Ελεαζαρ ὁ υἱὸς Ααρων τοῦ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων
Princeps autem principum Levitarum Eleazar filius Aaron sacerdotis, erit super excubitores custodiæ Sanctuarii.
33 τῷ Μεραρι δῆμος ὁ Μοολι καὶ δῆμος ὁ Μουσι οὗτοί εἰσιν δῆμοι Μεραρι
At vero de Merari erunt populi Moholitæ et Musitæ recensiti per nomina sua:
34 ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἑξακισχίλιοι καὶ πεντήκοντα
omnes generis masculini ab uno mense et supra, sex millia ducenti.
35 καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν
Princeps eorum Suriel filius Abihaiel: in plaga septentrionali castrametabuntur.
36 ἡ ἐπίσκεψις ἡ φυλακὴ υἱῶν Μεραρι τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν
Erunt sub custodia eorum tabulæ tabernaculi et vectes, et columnæ ac bases earum, et omnia quæ ad cultum huiuscemodi pertinent:
37 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν
columnæque atrii per circuitum cum basibus suis, et paxilli cum funibus.
38 καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ’ ἀνατολῆς Μωυσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται
Castrametabuntur ante tabernaculum fœderis, idest ad orientalem plagam, Moyses et Aaron cum filiis suis, habentes custodiam Sanctuarii in medio filiorum Israel. quisquis alienus accesserit, morietur.
39 πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες
Omnes Levitæ, quos numeraverunt Moyses et Aaron iuxta præceptum Domini per familias suas in genere masculino a mense uno et supra, fuerunt viginti duo millia.
40 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος
Et ait Dominus ad Moysen: Numera primogenitos sexus masculini de filiis Israel ab uno mense et supra, et habebis summam eorum.
41 καὶ λήμψῃ τοὺς Λευίτας ἐμοί ἐγὼ κύριος ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ισραηλ
Tollesque Levitas mihi pro omni primogenito filiorum Israel, ego sum Dominus: et pecora eorum pro universis primogenitis pecorum filiorum Israel.
42 καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ισραηλ
Recensuit Moyses, sicut præceperat Dominus, primogenitos filiorum Israel.
43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι
et fuerunt masculi per nomina sua, a mense uno et supra, viginti duo millia ducenti septuaginta tres.
44 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Locutusque est Dominus ad Moysen, dicens:
45 λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται ἐγὼ κύριος
Tolle Levitas pro primogenitis filiorum Israel, et pecora Levitarum pro pecoribus eorum, eruntque Levitæ mei. ego sum Dominus.
46 καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ
In pretio autem ducentorum septuaginta trium, qui excedunt numerum Levitarum de primogenitis filiorum Israel,
47 καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ εἴκοσι ὀβολοὺς τοῦ σίκλου
accipies quinque siclos per singula capita ad mensuram Sanctuarii. Siclus habet viginti obolos.
48 καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς
Dabisque pecuniam Aaron et filiis eius pretium eorum qui supra sunt.
49 καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν
Tulit igitur Moyses pecuniam eorum, qui fuerant amplius, et quos redemerant a Levitis
50 παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον
pro primogenitis filiorum Israel, mille trecentorum sexagintaquinque siclorum iuxta pondus Sanctuarii,
51 καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
et dedit eam Aaron et filiis eius iuxta verbum quod præceperat sibi Dominus.

< Ἀριθμοί 3 >