< Ἀριθμοί 3 >
1 καὶ αὗται αἱ γενέσεις Ααρων καὶ Μωυσῆ ἐν ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινα
Αύται δε είναι αι γενεαί του Ααρών και του Μωϋσέως, την ημέραν καθ' ην ελάλησεν ο Κύριος προς τον Μωϋσήν επί του όρους Σινά.
2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων πρωτότοκος Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
Και ταύτα είναι τα ονόματα των υιών του Ααρών· Ναδάβ ο πρωτότοκος και Αβιούδ, Ελεάζαρ και Ιθάμαρ.
3 ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων οἱ ἱερεῖς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν
Ταύτα είναι τα ονόματα των υιών του Ααρών, των ιερέων των κεχρισμένων, οίτινες καθιερώθησαν διά να ιερατεύωσιν.
4 καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα καὶ παιδία οὐκ ἦν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ’ Ααρων τοῦ πατρὸς αὐτῶν
Απέθανε δε ο Ναδάβ και ο Αβιούδ ενώπιον του Κυρίου, ενώ προσέφερον πυρ ξένον ενώπιον του Κυρίου εν τη ερήμω Σινά, και τέκνα δεν είχον· και ιεράτευσεν ο Ελεάζαρ και ο Ιθάμαρ ενώπιον Ααρών του πατρός αυτών.
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
6 λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ
Φέρε την φυλήν του Λευΐ και παράστησον αυτούς έμπροσθεν Ααρών του ιερέως, διά να υπηρετώσιν εις αυτόν.
7 καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς
Και θέλουσι φυλάττει τας φυλακάς αυτού και τας φυλακάς πάσης της συναγωγής έμπροσθεν της σκηνής του μαρτυρίου, εκτελούντες τας υπηρεσίας της σκηνής.
8 καὶ φυλάξουσιν πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς
Και θέλουσι φυλάττει πάντα τα σκεύη της σκηνής του μαρτυρίου και τας φυλακάς των υιών Ισραήλ, εκτελούντες τας υπηρεσίας της σκηνής.
9 καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν δόμα δεδομένοι οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ισραηλ
Και θέλεις δώσει τους Λευΐτας εις τον Ααρών και εις τους υιούς αυτού· ούτοι είναι δεδομένοι δώρον εις αυτόν εκ των υιών Ισραήλ.
10 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται
Τον δε Ααρών και τους υιούς αυτού θέλεις καταστήσει εις το να εκτελώσι τα της ιερατείας αυτών· όστις δε ξένος πλησιάση θέλει θανατόνεσθαι.
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
12 καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ισραηλ λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται
Ιδού, εγώ έλαβον τους Λευΐτας εκ μέσου των υιών Ισραήλ, αντί παντός πρωτοτόκου διανοίγοντος μήτραν εκ των υιών Ισραήλ· και θέλουσιν είσθαι οι Λευΐται εμού.
13 ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος
Διότι παν πρωτότοκον είναι εμού· επειδή καθ' ην ημέραν επάταξα παν πρωτότοκον εν γη Αιγύπτου, ηγίασα εις εμαυτόν παν πρωτότοκον εν τω Ισραήλ, από ανθρώπου έως κτήνους· εμού θέλουσιν είσθαι. Εγώ είμαι ο Κύριος.
14 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν εν τη ερήμω Σινά, λέγων,
15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς
Απαρίθμησον τους υιούς Λευΐ κατά τους οίκους των πατέρων αυτών, κατά τας συγγενείας αυτών· παν αρσενικόν από ενός μηνός και επάνω θέλεις απαριθμήσει αυτούς.
16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος
Και απηρίθμησεν αυτούς ο Μωϋσής, κατά τον λόγον του Κυρίου, ως προσετάχθη.
17 καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτῶν Γεδσων Κααθ καὶ Μεραρι
Ήσαν δε ούτοι οι υιοί Λευΐ κατά τα ονόματα αυτών· Γηρσών, και Καάθ, και Μεραρί.
18 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων κατὰ δήμους αὐτῶν Λοβενι καὶ Σεμεϊ
Και ταύτα ήσαν τα ονόματα των υιών Γηρσών, κατά τας συγγενείας αυτών· Λιβνί, και Σεμεΐ.
19 καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτῶν Αμραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
Και οι υιοί Καάθ, κατά τας συγγενείας αυτών, Αμράμ, και Ισαάρ, Χεβρών, και Οζιήλ.
20 καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτῶν Μοολι καὶ Μουσι οὗτοί εἰσιν δῆμοι τῶν Λευιτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
Και οι υιοί Μεραρί, κατά τας συγγενείας αυτών, Μααλί, και Μουσί. Αύται είναι αι συγγένειαι των Λευϊτών, κατά τους οίκους των πατέρων αυτών.
21 τῷ Γεδσων δῆμος τοῦ Λοβενι καὶ δῆμος τοῦ Σεμεϊ οὗτοι δῆμοι τοῦ Γεδσων
Εκ του Γηρσών ήτο η συγγένεια του Λιβνί, και η συγγένεια του Σεμεΐ· αύται είναι αι συγγένειαι των Γηρσωνιτών.
22 ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἡ ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι
Οι απαριθμηθέντες αυτών κατά τον αριθμόν πάντων των αρσενικών από ενός μηνός και επάνω, οι απαριθμηθέντες αυτών ήσαν επτά χιλιάδες και πεντακόσιοι.
23 καὶ υἱοὶ Γεδσων ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν
Αι συγγένειαι των Γηρσωνιτών θέλουσι στρατοπεδεύει όπισθεν της σκηνής προς δυσμάς.
24 καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσων Ελισαφ υἱὸς Λαηλ
Και ο άρχων του πατρικού οίκου των Γηρσωνιτών θέλει είσθαι Ελιασάφ ο υιός του Λαήλ.
25 καὶ ἡ φυλακὴ υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἡ σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Και η φυλακή των υιών Γηρσών εν τη σκηνή του μαρτυρίου θέλει είσθαι η σκηνή και η σκέπη το κάλυμμα αυτής και το καταπέτασμα της θύρας της σκηνής του μαρτυρίου,
26 καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ
και τα παραπετάσματα της αυλής και το καταπέτασμα της θύρας της αυλής, τα οποία είναι διά την σκηνήν και διά το θυσιαστήριον κύκλω, και τα σχοινία αυτής διά πάσας τας υπηρεσίας αυτών.
27 τῷ Κααθ δῆμος ὁ Αμραμις καὶ δῆμος ὁ Σααρις καὶ δῆμος ὁ Χεβρωνις καὶ δῆμος ὁ Οζιηλις οὗτοί εἰσιν δῆμοι τοῦ Κααθ
Και εκ του Καάθ ήτο η συγγένεια των Αμραμιτών και η συγγένεια των Ισααριτών και η συγγένεια των Χεβρωνιτών και η συγγένεια των Οζιηλιτών· αύται είναι αι συγγένειαι των Κααθιτών.
28 κατὰ ἀριθμὸν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων
Πάντα τα αρσενικά, από ενός μηνός και επάνω ήσαν κατά τον αριθμόν οκτώ χιλιάδες και εξακόσιοι, οίτινες εφύλαττον τας φυλακάς του αγιαστηρίου.
29 οἱ δῆμοι τῶν υἱῶν Κααθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα
Αι συγγένειαι των υιών Καάθ θέλουσι στρατοπεδεύει εις τα πλάγια της σκηνής προς μεσημβρίαν.
30 καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Κααθ Ελισαφαν υἱὸς Οζιηλ
Και ο άρχων του πατρικού οίκου των συγγενειών των Κααθιτών θέλει είσθαι Ελισαφάν ο υιός του Οζιήλ.
31 καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν
Και η φυλακή αυτών θέλει είσθαι η κιβωτός, και η τράπεζα, και η λυχνία, και τα θυσιαστήρια, και τα σκεύη του αγιαστηρίου διά των οποίων λειτουργούσι, και το καταπέτασμα και πάντα τα προς υπηρεσίαν αυτών.
32 καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν Ελεαζαρ ὁ υἱὸς Ααρων τοῦ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων
Και Ελεάζαρ ο υιός Ααρών του ιερέως θέλει είσθαι αρχηγός επί των αρχηγών των Λευϊτών, έχων την επιστασίαν των φυλαττόντων τας φυλακάς του αγιαστηρίου.
33 τῷ Μεραρι δῆμος ὁ Μοολι καὶ δῆμος ὁ Μουσι οὗτοί εἰσιν δῆμοι Μεραρι
Εκ του Μεραρί ήτο η συγγένεια των Μααλιτών και η συγγένεια των Μουσιτών· αύται είναι αι συγγένειαι του Μεραρί.
34 ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἑξακισχίλιοι καὶ πεντήκοντα
Και οι απαριθμηθέντες αυτών κατά τον αριθμόν πάντων των αρσενικών από ενός μηνός και επάνω ήσαν εξ χιλιάδες και διακόσιοι.
35 καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν
Και ο άρχων του πατρικού οίκου των συγγενειών του Μεραρί ήτο Σουρήλ ο υιός του Αβιχαίλ· ούτοι θέλουσι στρατοπεδεύει εις τα πλάγια της σκηνής προς βορράν.
36 ἡ ἐπίσκεψις ἡ φυλακὴ υἱῶν Μεραρι τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν
Και υπό την επιστασίαν της φυλακής των υιών Μεραρί θέλουσιν είσθαι αι σανίδες της σκηνής και οι μοχλοί αυτής και οι στύλοι αυτής και τα υποβάσια αυτής, και πάντα τα σκεύη αυτής, και πάντα τα προς υπηρεσίαν αυτής·
37 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν
και οι στύλοι της αυλής κύκλω και τα υποβάσια αυτών και οι πάσσαλοι αυτών, και τα σχοινία αυτών.
38 καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ’ ἀνατολῆς Μωυσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται
Οι δε στρατοπεδεύοντες κατά πρόσωπον της σκηνής προς ανατολάς, κατέναντι της σκηνής του μαρτυρίου κατά ανατολάς, θέλουσιν είσθαι Μωϋσής και Ααρών και οι υιοί αυτού, φυλάττοντες τας φυλακάς του αγιαστηρίου αντί των φυλακών των υιών Ισραήλ· και όστις ξένος πλησιάση θέλει θανατόνεσθαι.
39 πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες
Πάντες οι απαριθμηθέντες των Λευϊτών, τους οποίους απηρίθμησεν ο Μωϋσής και ο Ααρών διά προσταγής του Κυρίου κατά τας συγγενείας αυτών, πάντα τα αρσενικά από ενός μηνός και επάνω, ήσαν είκοσι δύο χιλιάδες.
40 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος
Και είπε Κύριος προς τον Μωϋσήν, Απαρίθμησον πάντα τα πρωτότοκα αρσενικά των υιών Ισραήλ, από ενός μηνός και επάνω, και λάβε τον αριθμόν των ονομάτων αυτών.
41 καὶ λήμψῃ τοὺς Λευίτας ἐμοί ἐγὼ κύριος ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ισραηλ
Και θέλεις λάβει τους Λευΐτας διά εμέ, εγώ είμαι ο Κύριος αντί πάντων των πρωτοτόκων των υιών Ισραήλ· και τα κτήνη των Λευϊτών αντί πάντων των πρωτοτόκων των κτηνών των υιών Ισραήλ.
42 καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ισραηλ
Και απηρίθμησεν ο Μωϋσής, καθώς προσέταξεν εις αυτόν ο Κύριος, πάντα τα πρωτότοκα των υιών Ισραήλ.
43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι
Και πάντα τα πρωτότοκα αρσενικά απαριθμηθέντα κατ' όνομα από ενός μηνός και επάνω, κατά την απαρίθμησιν αυτών ήσαν είκοσι δύο χιλιάδες διακόσια εβδομήκοντα τρία.
44 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
45 λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται ἐγὼ κύριος
Λάβε τους Λευΐτας αντί πάντων των πρωτοτόκων των υιών Ισραήλ και τα κτήνη των Λευϊτών αντί των κτηνών αυτών· και οι Λευΐται θέλουσιν είσθαι εμού. Εγώ είμαι ο Κύριος.
46 καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ
Και διά εξαγοράν των διακοσίων εβδομήκοντα τριών εκ των πρωτοτόκων των υιών Ισραήλ, οίτινες υπερβαίνουσι τον αριθμόν των Λευϊτών,
47 καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ εἴκοσι ὀβολοὺς τοῦ σίκλου
θέλεις λάβει ανά πέντε σίκλους κατά κεφαλήν, κατά τον σίκλον τον άγιον θέλεις λάβει αυτούς· ο σίκλος είναι είκοσι γερά·
48 καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς
και θέλεις δώσει το αργύριον της εξαγοράς του περισσεύοντος αριθμού αυτών εις τον Ααρών και εις τους υιούς αυτού.
49 καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν
Και έλαβεν ο Μωϋσής το αργύριον της εξαγοράς των υπερβαινόντων τον αριθμόν των εξαγορασθέντων εις ανταλλαγήν των Λευϊτών·
50 παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον
παρά των πρωτοτόκων των υιών Ισραήλ έλαβε το αργύριον, χιλίους τριακοσίους εξήκοντα πέντε σίκλους, κατά τον σίκλον τον άγιον·
51 καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
και έδωκεν ο Μωϋσής το αργύριον της εξαγοράς των υπερβαινόντων εις τον Ααρών και εις τους υιούς αυτού, κατά τον λόγον του Κυρίου, καθώς προσέταξε Κύριος εις τον Μωϋσήν.