< Ἀριθμοί 26 >
1 καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων
Poslije toga zla Jahve reče Mojsiju i Eleazaru, sinu svećenika Arona:
2 λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ
“Obavite popis sve zajednice sinova Izraelovih, po njihovim porodicama, popišite sve, od dvadeset godina pa naviše, koji su u Izraelu sposobni za borbu.”
3 καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων
Mojsije, dakle, i svećenik Eleazar popišu ih na Moapskim poljanama, uz Jordan blizu Jerihona,
4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου
sve od dvadeset godina pa naviše, kako je Jahve naredio Mojsiju i Izraelcima. Sinovi Izraelovi koji su izašli iz zemlje egipatske bili su:
5 Ρουβην πρωτότοκος Ισραηλ υἱοὶ δὲ Ρουβην Ενωχ καὶ δῆμος τοῦ Ενωχ τῷ Φαλλου δῆμος τοῦ Φαλλουι
Izraelov prvorođenac Ruben. Sinovi Rubenovi: od Henoka rod Henokovaca; od Palua rod Paluovaca;
6 τῷ Ασρων δῆμος τοῦ Ασρωνι τῷ Χαρμι δῆμος τοῦ Χαρμι
od Hesrona rod Hesronovaca i od Karmija rod Karmijevaca.
7 οὗτοι δῆμοι Ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα
To su rodovi Rubenovaca. Njih je bilo četrdeset i tri tisuće sedam stotina i trideset.
9 καὶ υἱοὶ Ελιαβ Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίου
a sinovi Eliabovi: Nemuel, Datan i Abiram. Taj Datan i Abiram bijahu ugledni članovi zajednice koji se podigoše protiv Mojsija i Arona u buni Korahovoj, kad se pobuniše protiv Jahve.
10 καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳ
Nato je zemlja rastvorila svoje ralje i progutala ih zajedno s Korahom, kad je smrt pograbila tu skupinu i oganj proždro dvjesta i pedeset ljudi. Tako su postali opomenom.
11 οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον
No sinovi Korahovi ne izginuše.
12 καὶ οἱ υἱοὶ Συμεων ὁ δῆμος τῶν υἱῶν Συμεων τῷ Ναμουηλ δῆμος ὁ Ναμουηλι τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιαχιν δῆμος ὁ Ιαχινι
Sinovi Šimunovi po svojim rodovima: od Nemuela rod Nemuelovaca; od Jamina rod Jaminovaca; od Jakina rod Jakinovaca;
13 τῷ Ζαρα δῆμος ὁ Ζαραϊ τῷ Σαουλ δῆμος ὁ Σαουλι
od Zeraha rod Zerahovaca i od Šaula rod Šaulovaca.
14 οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι
To su rodovi Šimunovaca, njih dvadeset i dvije tisuće i dvjesta.
15 υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χανααν
Sinovi Gadovi po svojim rodovima: od Sefona rod Sefonovaca; od Hagija rod Hagijevaca; od Šunija rod Šunijevaca;
16 ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν τῷ Σηλων δῆμος ὁ Σηλωνι τῷ Φαρες δῆμος ὁ Φαρες τῷ Ζαρα δῆμος ὁ Ζαραϊ
od Oznija rod Oznijevaca; od Erija rod Erijevaca;
17 καὶ ἐγένοντο υἱοὶ Φαρες τῷ Ασρων δῆμος ὁ Ασρωνι τῷ Ιαμουν δῆμος ὁ Ιαμουνι
od Aroda roda Arodovaca i od Arelija rod Arelijevaca.
18 οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι
To su rodovi Gadovih potomaka. Njih je upisano četrdeset tisuća i pet stotina.
19 καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν τῷ Θωλα δῆμος ὁ Θωλαϊ τῷ Φουα δῆμος ὁ Φουαϊ
Judini sinovi: Er i Onan. I Er i Onan umriješe u zemlji kanaanskoj.
20 τῷ Ιασουβ δῆμος ὁ Ιασουβι τῷ Σαμαραν δῆμος ὁ Σαμαρανι
Sinovi Judini po svojim rodovima bijahu: od Šele rod Šelinaca; od Peresa rod Peresovaca i od Zeraha rod Zerahovaca.
21 οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι
Peresovi su sinovi opet bili: od Hesrona rod Hesronovaca i od Hamula rod Hamulovaca.
22 υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν τῷ Σαρεδ δῆμος ὁ Σαρεδι τῷ Αλλων δῆμος ὁ Αλλωνι τῷ Αλληλ δῆμος ὁ Αλληλι
To su Judini rodovi. Njih je upisano sedamdeset i šest tisuća i petsto.
23 οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι
Sinovi Jisakarovi, prema svojim rodovima: od Tole rod Tolinaca; od Puve rod Puvinaca;
24 υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν τῷ Σαφων δῆμος ὁ Σαφωνι τῷ Αγγι δῆμος ὁ Αγγι τῷ Σουνι δῆμος ὁ Σουνι
od Jašuba rod Jašubovaca i od Šimrona rod Šimronovaca.
25 τῷ Αζενι δῆμος ὁ Αζενι τῷ Αδδι δῆμος ὁ Αδδι
To su Jisakarovi rodovi. Njih je upisano šezdeset i četiri tisuće i trista.
26 τῷ Αροαδι δῆμος ὁ Αροαδι τῷ Αριηλ δῆμος ὁ Αριηλι
Sinovi Zebulunovi, po svojim rodovima: od Sereda rod Seredovaca; od Elona rod Elonovaca i od Jahleela rod Jahleelovaca.
27 οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
To su rodovi Zebulunovaca. Njih je upisano šezdeset tisuća i pet stotina.
28 υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιεσου δῆμος ὁ Ιεσουι τῷ Βαρια δῆμος ὁ Βαριαϊ
Sinovi Josipovi, po svojim rodovima: Manaše i Efrajim.
29 τῷ Χοβερ δῆμος ὁ Χοβερι τῷ Μελχιηλ δῆμος ὁ Μελχιηλι
Sinovi Manašeovi: od Makira rod Makirovaca. Makiru se rodio Gilead. Od Gileada rod Gileadovaca.
30 καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα
Ovo su bili sinovi Gileadovi: od Jezera rod Jezerovaca; od Heleka rod Helekovaca;
31 οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
od Asriela rod Asrielovaca; od Šekema rod Šekemovaca;
32 υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν Μανασση καὶ Εφραιμ
od Šemide rod Šemidinaca i od Hefera rod Heferovaca.
33 υἱοὶ Μανασση τῷ Μαχιρ δῆμος ὁ Μαχιρι καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ τῷ Γαλααδ δῆμος ὁ Γαλααδι
Heferov sin Selofhad nije imao sinova, nego kćeri. Imena Selofhadovih kćeri bila su: Mahla, Noa, Hogla, Milka i Tirsa.
34 καὶ οὗτοι υἱοὶ Γαλααδ τῷ Αχιεζερ δῆμος ὁ Αχιεζερι τῷ Χελεγ δῆμος ὁ Χελεγι
To su Manašeovi rodovi. Njih je upisano pedeset i dvije tisuće i sedam stotina.
35 τῷ Εσριηλ δῆμος ὁ Εσριηλι τῷ Συχεμ δῆμος ὁ Συχεμι
Ovo su opet sinovi Efrajimovi, po svojim rodovima: od Šutelaha rod Šutelahovaca; od Bekera rod Bekerovaca i od Tahana rod Tahanovaca.
36 τῷ Συμαερ δῆμος ὁ Συμαερι καὶ τῷ Οφερ δῆμος ὁ Οφερι
Ovo su sinovi Šutelahovi: od Erana rod Eranovaca.
37 καὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ’ ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
To su rodovi Efrajimovih sinova. Njih je upisano trideset i dvije tisuće i pet stotina. To su sinovi Josipovi, po svojim rodovima.
38 οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
Sinovi Benjaminovi, po svojim rodovima: od Bele rod Belinaca; od Ašbela rod Ašbelovaca; od Ahirama rod Ahiramovaca;
39 καὶ οὗτοι υἱοὶ Εφραιμ τῷ Σουταλα δῆμος ὁ Σουταλαϊ τῷ Ταναχ δῆμος ὁ Ταναχι
od Šefufama rod Šefufamovaca i od Hufama rod Hufamovaca.
40 οὗτοι υἱοὶ Σουταλα τῷ Εδεν δῆμος ὁ Εδενι
Belini sinovi bili su: Ard i Naaman. I tako, od Arda rod Ardovaca, a od Naamana rod Naamanovaca.
41 οὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶν
To su sinovi Benjaminovi, po svojim rodovima. Njih je upisano četrdeset i pet tisuća i šest stotina.
42 υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν τῷ Βαλε δῆμος ὁ Βαλεϊ τῷ Ασυβηρ δῆμος ὁ Ασυβηρι τῷ Ιαχιραν δῆμος ὁ Ιαχιρανι
Ovo su sinovi Danovi, po svojim rodovima: od Šuhama rod Šuhamovaca. To su sinovi Danovi, prema svojim rodovima.
43 τῷ Σωφαν δῆμος ὁ Σωφανι
Od svih rodova Šuhamovaca bilo je upisano šezdeset i četiri tisuće i četiri stotine.
44 καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ καὶ Νοεμαν τῷ Αδαρ δῆμος ὁ Αδαρι τῷ Νοεμαν δῆμος ὁ Νοεμανι
Sinovi Ašerovi, po svojim rodovima: od Jimne rod Jimninaca; od Jišvija rod Jišvijevaca i od Berije rod Berijevaca.
45 οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι
Od sinova Berijinih: od Hebera rod Heberovaca i od Malkiela rod Malkielovaca.
46 καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν τῷ Σαμι δῆμος ὁ Σαμι οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶν
Ašerovoj kćeri bilo je ime Serah.
47 πάντες οἱ δῆμοι Σαμι κατ’ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι
To su rodovi Ašerovih sinova. Njih je upisano pedeset i tri tisuće i četiri stotine.
48 υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν τῷ Ασιηλ δῆμος ὁ Ασιηλι τῷ Γαυνι δῆμος ὁ Γαυνι
Sinovi Naftalijevi, po svojim rodovima: od Jahseela rod Jahseelovaca; od Gunija rod Gunijevaca;
49 τῷ Ιεσερ δῆμος ὁ Ιεσερι τῷ Σελλημ δῆμος ὁ Σελλημι
od Jesera rod Jeserovaca i od Šilema rod Šilemovaca.
50 οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι
To su rodovi Naftalijevaca. Po njihovim rodovima upisano ih je četrdeset i pet tisuća i četiri stotine.
51 αὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα
Bilo je, dakle, upisanih Izraelaca šest stotina i jedna tisuća i sedam stotina i trideset.
52 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Jahve reče Mojsiju:
53 τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων
“Tima neka se razdijeli zemlja u baštinu prema broju osoba.
54 τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν
Većem broju povećaj njegovu baštinu, a manjem smanji njegovu baštinu; neka se svakomu dadne njegova baština prema broju upisanih.
55 διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν
Ali zemlja neka se podijeli kockom: neka se primi u baštinu prema djedovskim plemenskim imenima.
56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων
Baština se ima podijeliti kockom svakom plemenu prema njegovoj veličini.”
57 καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν τῷ Γεδσων δῆμος ὁ Γεδσωνι τῷ Κααθ δῆμος ὁ Κααθι τῷ Μεραρι δῆμος ὁ Μεραρι
Ovo je popis Levijevaca, po njihovim rodovima: od Geršona rod Geršonovaca; od Kehata rod Kehatovaca i od Merarija rod Merarijevaca.
58 οὗτοι δῆμοι υἱῶν Λευι δῆμος ὁ Λοβενι δῆμος ὁ Χεβρωνι δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ
Ovo su rodovi Levijevaca: rod Libnijevaca, rod Hebronovaca, rod Mahlijevaca, rod Mušijevaca i rod Korahovaca. Kehatu se rodio Amram.
59 καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν
Amramovoj ženi bijaše ime Jokebeda. Bila je kći Levijeva, koja se Leviju rodila u Egiptu. Ona je Amramu rodila: Arona, Mojsija i njihovu sestru Mirjam.
60 καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ
Aronu se rodili: Nadab, Abihu, Eleazar i Itamar.
61 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα
Nadab i Abihu poginuli su kad su prinosili neposvećenu vatru pred Jahvom.
62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ
Svih je popisanih muškaraca od jednog mjeseca pa naviše bilo dvadeset i tri tisuće. Oni nisu bili popisani s Izraelcima i nije im bila dodijeljena baština među Izraelcima.
63 καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
To su, dakle, oni koje je popisao Mojsije i svećenik Eleazar; oni su obavili ovaj popis Izraelaca uz Jordan, na Moapskim poljanama nasuprot Jerihonu.
64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα
Među njima nije bilo ni jednoga od onih koje su popisali Mojsije i svećenik Aron kad su popisivali Izraelce u Sinajskoj pustinji.
65 ὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη
Jer Jahve bijaše za njih rekao: “Neka pomru u pustinji i neka nitko od njih ne ostane, osim Kaleba, sina Jefuneova, i Jošue, sina Nunova!”