< Ἀριθμοί 25 >

1 καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωαβ
هنگامی که بنی‌اسرائیل در شطیم اردو زده بودند، مردانشان با دختران قوم موآب زنا کردند.
2 καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν
این دختران، آنها را دعوت می‌کردند تا در مراسم قربانی بتهایشان شرکت کنند، و مردان اسرائیلی هم از گوشت قربانیها می‌خوردند و بتهایشان را پرستش می‌کردند.
3 καὶ ἐτελέσθη Ισραηλ τῷ Βεελφεγωρ καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ
چندی نگذشت که تمامی اسرائیل به پرستش بعل فغور که خدای موآب بود روی آوردند. از این جهت، خشم خداوند به شدت بر قوم خود افروخته شد.
4 καὶ εἶπεν κύριος τῷ Μωυσῇ λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ισραηλ
پس خداوند به موسی چنین فرمان داد: «همهٔ سرانِ قبایلِ اسرائیل را اعدام کن. در روز روشن و در حضور من آنها را به دار آویز تا خشم شدید من از این قوم دور شود.»
5 καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ
پس موسی به داوران اسرائیل دستور داد تا تمام کسانی را که بعل فغور را پرستش کرده بودند، بکشند.
6 καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
ولی یکی از مردان اسرائیلی، گستاخی را به جایی رساند که در مقابل چشمان موسی و تمام کسانی که جلوی در خیمهٔ ملاقات گریه می‌کردند، یک دختر مدیانی را به اردوگاه آورد.
7 καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ
وقتی که فینحاس (پسر العازار و نوهٔ هارون کاهن) این را دید از جا برخاسته، نیزه‌ای برداشت
8 εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ισραηλ
و پشت سر آن مرد به خیمه‌ای که دختر را به آن برده بود، وارد شد. او نیزه را در بدن هر دو آنها فرو برد. به این ترتیب بلا رفع شد،
9 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες
در حالی که بیست و چهار هزار نفر از قوم اسرائیل در اثر آن بلا به هلاکت رسیده بودند.
10 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
آنگاه خداوند به موسی فرمود:
11 Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου
«فینحاس (پسر العازار و نوهٔ هارون کاهن) خشم مرا از بنی‌اسرائیل دور کرد. او با غیرت الهی حرمت مرا حفظ کرد، پس من هم قوم اسرائیل را نابود نکردم.
12 οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης
پس به او بگو که من با او عهد سلامتی می‌بندم.
13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ’ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ
به خاطر آنچه که او انجام داده است و برای غیرتی که جهت خدای خود دارد و به سبب اینکه با این عمل برای قوم اسرائیل کفاره نموده است، طبق این عهد، او و نسل او برای همیشه کاهن خواهند بود.»
14 τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων
مردِ اسرائیلی که با آن دختر مدیانی کشته شد، زمری نام داشت؛ او پسر سالو، یکی از سران قبیلهٔ شمعون بود.
15 καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν
آن دختر نیز کُزبی نام داشت؛ او دختر صور، یکی از بزرگان مدیان بود.
16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων
سپس خداوند به موسی فرمود: «مدیانیان را هلاک کنید،
17 ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς
18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ
چون ایشان با حیله و نیرنگهایشان شما را نابود می‌کنند، آنها شما را به پرستش بعل فغور می‌کشانند و گمراه می‌نمایند، چنانکه واقعهٔ مرگ کزبی این را ثابت می‌کند.»

< Ἀριθμοί 25 >