< Ἀριθμοί 21 >
1 καὶ ἤκουσεν ὁ Χανανις βασιλεὺς Αραδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον ἦλθεν γὰρ Ισραηλ ὁδὸν Αθαριν καὶ ἐπολέμησεν πρὸς Ισραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν
A kad èu Hananej car Aradski, koji življaše na jugu, da ide Izrailj putem kojim idoše uhode, on se pobi s njima i zarobi ih nekoliko.
2 καὶ ηὔξατο Ισραηλ εὐχὴν κυρίῳ καὶ εἶπεν ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ
Tada se Izrailj zavjetova Gospodu i reèe: ako daš ovaj narod meni u ruke, do temelja æu raskopati gradove njihove.
3 καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς Ισραηλ καὶ παρέδωκεν τὸν Χανανιν ὑποχείριον αὐτοῦ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἀνάθεμα
I usliši Gospod glas Izrailjev i dade mu Hananeje, a on zatr njih i gradove njihove, i prozva ono mjesto Orma.
4 καὶ ἀπάραντες ἐξ Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Εδωμ καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ
Potom poðoše od gore Ora k Crvenom Moru obilazeæi zemlju Edomsku, i oslabi duh narodu od puta.
5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ
I vikaše narod na Boga i na Mojsija: zašto nas izvedoste iz Misira da izginemo u ovoj pustinji? Jer nema ni hljeba ni vode, a ovaj se nikaki hljeb veæ ogadio duši našoj.
6 καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας καὶ ἔδακνον τὸν λαόν καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν Ισραηλ
A Gospod pusti na narod zmije vatrene, koje ih ujedahu, te pomrije mnogo naroda u Izrailju.
7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ εὖξαι οὖν πρὸς κύριον καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον περὶ τοῦ λαοῦ
Tada doðe narod k Mojsiju i rekoše: zgriješismo što vikasmo na Gospoda i na tebe; moli Boga neka ukloni zmije od nas. I Mojsije se pomoli za narod.
8 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται
I Gospod reèe Mojsiju: naèini zmiju vatrenu, i metni je na motku, i koga ujede zmija, neka pogleda u nju, pa æe ozdraviti.
9 καὶ ἐποίησεν Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη
I naèini Mojsije zmiju od mjedi, i metnu je na motku, i koga god ujede zmija on pogleda u zmiju od mjedi, i ozdravi.
10 καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν Ωβωθ
Potom poðoše sinovi Izrailjevi, i stadoše u oko u Ovotu.
11 καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου
I iz Ovota otišavši stadoše u oko na brdima Avarimskim u pustinji koja je prema Moavskoj s istoka.
12 ἐκεῖθεν ἀπῆραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρετ
Odande otišavši stadoše u oko u dolini Zaredu.
13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Αρνων ἐν τῇ ἐρήμῳ τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Αμορραίων ἔστιν γὰρ Αρνων ὅρια Μωαβ ἀνὰ μέσον Μωαβ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου
I odatle otišavši stadoše u oko na brodu na Arnonu, koji je u pustinji i izlazi od meðe Amorejske. Jer je Arnon meða Moavska izmeðu Moavaca i Amorejaca.
14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ πόλεμος τοῦ κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων
Zato se kaže u knjizi o ratovima Gospodnjim: na Vajeva u Sufi i na potoke Arnonske.
15 καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ηρ καὶ πρόσκειται τοῖς ὁρίοις Μωαβ
Jer ti potoci, koji dopiru do mjesta Ara, teku pokraj meðe Moavske.
16 καὶ ἐκεῖθεν τὸ φρέαρ τοῦτό ἐστιν τὸ φρέαρ ὃ εἶπεν κύριος πρὸς Μωυσῆν συνάγαγε τὸν λαόν καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν
A otuda doðoše k Viru; to je studenac za koji bješe rekao Gospod Mojsiju: skupi narod, i daæu im vode.
17 τότε ᾖσεν Ισραηλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος ἐξάρχετε αὐτῷ
Tada pjeva Izrailj pjesmu ovu: Diži se, studenèe; pripijevajte ga;
18 φρέαρ ὤρυξαν αὐτὸ ἄρχοντες ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν ἐν τῷ κυριεῦσαι αὐτῶν καὶ ἀπὸ φρέατος εἰς Μανθαναιν
Studenèe, koji kopaše knezovi, koji iskopaše poglavari narodni s onijem koji postavi zakon, palicama svojim. A iz pustinje otidoše u Mantanail,
19 καὶ ἀπὸ Μανθαναιν εἰς Νααλιηλ καὶ ἀπὸ Νααλιηλ εἰς Βαμωθ
A iz Mantanaila u Nadil, a iz Nadila u Vamot,
20 καὶ ἀπὸ Βαμωθ εἰς νάπην ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωαβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου
A iz Vamota u dolinu koja je u polju Moavskom kod gore Fazge i gleda u pustinju.
21 καὶ ἀπέστειλεν Μωυσῆς πρέσβεις πρὸς Σηων βασιλέα Αμορραίων λόγοις εἰρηνικοῖς λέγων
Tada posla Izrailj poslanike k Sionu caru Amorejskom govoreæi:
22 παρελευσόμεθα διὰ τῆς γῆς σου τῇ ὁδῷ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου
Pusti da proðemo kroz tvoju zemlju, neæemo svrtati ni u polje ni u vinograd, niti æemo piti vode iz studenaca; iæi æemo carskim putem dokle ne prijeðemo meðu tvoju.
23 καὶ οὐκ ἔδωκεν Σηων τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθεν παρατάξασθαι τῷ Ισραηλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ιασσα καὶ παρετάξατο τῷ Ισραηλ
Ali ne dade Sion Izrailju da proðe kroz zemlju njegovu, nego sabra Sion sav narod svoj, i izaðe na Izrailja u pustinju, i doðe u Jasu, i pobi se s Izrailjem.
24 καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱῶν Αμμαν ὅτι Ιαζηρ ὅρια υἱῶν Αμμων ἐστίν
Ali ga isijeèe Izrailj oštrim maèem, i osvoji zemlju njegovu od Arnona pa do Javoka do sinova Amonovijeh, jer tvrda bješe meða sinova Amonovijeh.
25 καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας καὶ κατῴκησεν Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων ἐν Εσεβων καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ
I uze Izrailj sva ona mjesta i naseli se u svijem gradovima Amorejskim, u Esevonu i u svijem selima njegovijem.
26 ἔστιν γὰρ Εσεβων πόλις Σηων τοῦ βασιλέως τῶν Αμορραίων καὶ οὗτος ἐπολέμησεν βασιλέα Μωαβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Αροηρ ἕως Αρνων
Jer Esevon bješe grad Siona cara Amorejskoga, koji bješe prvi zavojštio na cara Moavskoga i bješe mu uzeo svu zemlju njegovu do Arnona.
27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί ἔλθετε εἰς Εσεβων ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηων
Zato govore u prièi: hodite u Esevon, da se sagradi i podigne grad Sionov.
28 ὅτι πῦρ ἐξῆλθεν ἐξ Εσεβων φλὸξ ἐκ πόλεως Σηων καὶ κατέφαγεν ἕως Μωαβ καὶ κατέπιεν στήλας Αρνων
Jer oganj izaðe iz Esevona, plamen iz grada Sionova, i spali Ar Moavski i stanovnike na visini Arnonskoj.
29 οὐαί σοι Μωαβ ἀπώλου λαὸς Χαμως ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Αμορραίων Σηων
Teško tebi, Moave; propao si, narode Hamosov; dao je sinove svoje koji utekoše i kæeri svoje u ropstvo Sionu caru Amorejskom.
30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται Εσεβων ἕως Δαιβων καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωαβ
Ali ih postrijeljasmo, propade Esevon do Devona, i potrsmo ih do Nofe, koja dopire do Medeve.
31 κατῴκησεν δὲ Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων
I tako živje Izrailj u zemlji Amorejskoj.
32 καὶ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν Ιαζηρ καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ
Potom posla Mojsije da uhode Jazir, i uzeše sela oko njega, i izagnaše Amorejce koji bijahu ondje.
33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Εδραϊν
Potom obrativši se poðoše u Vasan; i izide Og car Vasanski pred njih, on i sav narod njegov na boj u Edrajin.
34 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηων βασιλεῖ τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων
A Gospod reèe Mojsiju: ne boj ga se; jer sam ga dao u tvoje ruke i sav narod njegov i zemlju njegovu; i uèini mu kako si uèinio Sionu caru Amorejskom koji življaše u Esevonu.
35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν
I pobiše ga i sinove njegove i sav narod njegov, da ne osta nijedan, i osvojiše zemlju njegovu.