< Ἀριθμοί 20 >

1 καὶ ἦλθον οἱ υἱοὶ Ισραηλ πᾶσα ἡ συναγωγή εἰς τὴν ἔρημον Σιν ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδης καὶ ἐτελεύτησεν ἐκεῖ Μαριαμ καὶ ἐτάφη ἐκεῖ
Και ήλθον οι υιοί Ισραήλ, πάσα συναγωγή, εις την έρημον Σιν, τον πρώτον μήνα· και έμεινεν ο λαός εν Κάδης· και απέθανεν εκεί η Μαριάμ και ετάφη εκεί.
2 καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ααρων
Και δεν ήτο ύδωρ διά την συναγωγήν· και συνηθροίσθησαν κατά του Μωϋσέως και κατά του Ααρών.
3 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι κυρίου
Και ο λαός ελοιδόρει κατά του Μωϋσέως και είπον, λέγοντες, Είθε ν' απεθνήσκομεν, ότε οι αδελφοί ημών απέθανον ενώπιον του Κυρίου.
4 καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν
Και διά τι ανεβιβάσατε την συναγωγήν του Κυρίου εις την έρημον ταύτην, διά να αποθάνωμεν εκεί ημείς και τα κτήνη ημών;
5 καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον τόπος οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν
και διά τι ανεβιβάσατε ημάς εκ της Αιγύπτου, διά να φέρητε ημάς εις τον κακόν τούτον τόπον; ούτος δεν είναι τόπος σποράς ή σύκων ή αμπέλων ή ροδίων· ουδέ ύδωρ υπάρχει διά να πίωμεν.
6 καὶ ἦλθεν Μωυσῆς καὶ Ααρων ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον καὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς
Και ήλθον ο Μωϋσής και ο Ααρών απ' έμπροσθεν της συναγωγής εις την θύραν της σκηνής του μαρτυρίου και έπεσον κατά πρόσωπον αυτών· και εφάνη εις αυτούς η δόξα του Κυρίου.
7 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
8 λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν καὶ δώσει τὰ ὕδατα αὐτῆς καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν
Λάβε την ράβδον και συγκάλεσον την συναγωγήν συ και Ααρών ο αδελφός σου, και λαλήσατε προς την πέτραν ενώπιον αυτών· και θέλει δώσει τα ύδατα αυτής, και θέλεις εκβάλει εις αυτούς ύδωρ εκ της πέτρας· και θέλεις ποτίσει την συναγωγήν και τα κτήνη αυτών.
9 καὶ ἔλαβεν Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου καθὰ συνέταξεν κύριος
Και έλαβεν ο Μωϋσής την ράβδον απ' έμπροσθεν του Κυρίου, καθώς προσέταξεν εις αυτόν·
10 καὶ ἐξεκκλησίασεν Μωυσῆς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθεῖς μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ
και συνεκάλεσαν Μωϋσής και ο Ααρών την συναγωγήν έμπροσθεν της πέτρας· και είπε προς αυτούς, Ακούσατε τώρα, σεις οι απειθείς· να σας εκβάλωμεν ύδωρ εκ της πέτρας ταύτης;
11 καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς καὶ ἐξῆλθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν
Και υψώσας ο Μωϋσής την χείρα αυτού εκτύπησε με την ράβδον αυτού την πέτραν δίς· και εξήλθον ύδατα πολλά· και έπιεν η συναγωγή και τα κτήνη αυτών.
12 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ισραηλ διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς
Και είπε Κύριος προς τον Μωϋσήν και προς τον Ααρών, Επειδή δεν με επιστεύσατε, διά να με αγιάσητε έμπροσθεν των υιών Ισραήλ, διά τούτο σεις δεν θέλετε φέρει την συναγωγήν ταύτην εις την γην, την οποίαν έδωκα εις αυτούς.
13 τοῦτο ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς
τούτο είναι το ύδωρ Μεριβά· διότι οι υιοί Ισραήλ ελοιδόρησαν κατά του Κυρίου, και αυτός ηγιάσθη εν αυτοίς.
14 καὶ ἀπέστειλεν Μωυσῆς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Ισραηλ σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς
Και απέστειλε Μωϋσής πρέσβεις από Κάδης προς τον βασιλέα του Εδώμ, λέγων, Ταύτα λέγει ο αδελφός σου Ισραήλ· συ εξεύρεις πάσαν την ταλαιπωρίαν ήτις μας εύρηκεν·
15 καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν
ότι κατέβησαν οι πατέρες ημών εις την Αίγυπτον και κατωκήσαμεν πολύν καιρόν εν Αιγύπτω· και οι Αιγύπτιοι κατεδυνάστευσαν ημάς και τους πατέρας ημών·
16 καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου καὶ νῦν ἐσμεν ἐν Καδης πόλει ἐκ μέρους τῶν ὁρίων σου
και ανεβοήσαμεν προς τον Κύριον και αυτός εισήκουσε της φωνής ημών και απέστειλεν άγγελον και εξήγαγεν ημάς εκ της Αιγύπτου· και ιδού, είμεθα εν Κάδης, πόλει εις τα άκρα των ορίων σου·
17 παρελευσόμεθα διὰ τῆς γῆς σου οὐ διελευσόμεθα δῑ ἀγρῶν οὐδὲ δῑ ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδῷ βασιλικῇ πορευσόμεθα οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου
ας περάσωμεν, παρακαλώ, διά της γης σου· δεν θέλομεν περάσει διά των αγρών ή διά των αμπελώνων, ουδέ θέλομεν πίει ύδωρ εκ των φρεάτων· θέλομεν περάσει διά της βασιλικής οδού· δεν θέλομεν εκκλίνει δεξιά ή αριστερά, εωσού περάσωμεν τα όριά σου.
18 καὶ εἶπεν πρὸς αὐτὸν Εδωμ οὐ διελεύσῃ δῑ ἐμοῦ εἰ δὲ μή ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι
Και είπε προς αυτόν ο Εδώμ, Δεν θέλεις περάσει διά της γης μου· ει δε μη, θέλω εξέλθει εν μαχαίρα εις συνάντησίν σου.
19 καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ισραηλ παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα
Και οι υιοί Ισραήλ είπον προς αυτόν, Ημείς διαβαίνομεν διά της λεωφόρου· και εάν εγώ και τα κτήνη μου πίωμεν εκ του ύδατός σου, θέλω πληρώσει αυτό· θέλω διαβή μόνον επί ποδός, ουδέν άλλο.
20 ὁ δὲ εἶπεν οὐ διελεύσῃ δῑ ἐμοῦ καὶ ἐξῆλθεν Εδωμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ
Ο δε είπε, Δεν θέλεις διαβή. Και εξήλθεν ο Εδώμ εναντίον αυτού μετά πολλού λαού και εν χειρί ισχυρά.
21 καὶ οὐκ ἠθέλησεν Εδωμ δοῦναι τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ καὶ ἐξέκλινεν Ισραηλ ἀπ’ αὐτοῦ
Ούτως ηρνήθη ο Εδώμ να δώση διάβασιν εις τον Ισραήλ διά των ορίων αυτού· και εξέκλινεν ο Ισραήλ απ' αυτού.
22 καὶ ἀπῆραν ἐκ Καδης καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ πᾶσα ἡ συναγωγή εἰς Ωρ τὸ ὄρος
Και εσηκώθησαν οι υιοί Ισραήλ, πάσα η συναγωγή, από Κάδης και ήλθον εις το όρος Ωρ.
23 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Εδωμ λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν και προς τον Ααρών εν τω όρει Ωρ πλησίον των ορίων της γης Εδώμ, λέγων,
24 προστεθήτω Ααρων πρὸς τὸν λαὸν αὐτοῦ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Ισραηλ διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας
Ο Ααρών θέλει προστεθή εις τον λαόν αυτού· διότι δεν θέλει εισέλθει εις την γην, την οποίαν έδωκα εις τους υιούς Ισραήλ· επειδή ηπειθήσατε εις τον λόγον μου εις το ύδωρ Μεριβά·
25 λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς
λάβε τον Ααρών και Ελεάζαρ τον υιόν αυτού και αναβίβασον αυτούς εις το όρος Ωρ·
26 καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ Ααρων προστεθεὶς ἀποθανέτω ἐκεῖ
και έκδυσον τον Ααρών την στολήν αυτού και ένδυσον αυτήν Ελεάζαρ τον υιόν αυτού· και ο Ααρών θέλει προστεθή εις τον λαόν αυτού και θέλει αποθάνει εκεί.
27 καὶ ἐποίησεν Μωυσῆς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς
Και έκαμεν ο Μωϋσής καθώς προσέταξεν ο Κύριος· και ανέβησαν εις το όρος Ωρ έμπροσθεν πάσης της συναγωγής.
28 καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀπέθανεν Ααρων ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ κατέβη Μωυσῆς καὶ Ελεαζαρ ἐκ τοῦ ὄρους
Και εξέδυσεν ο Μωϋσής τον Ααρών την στολήν αυτού και ενέδυσεν αυτήν Ελεάζαρ τον υιόν αυτού· και απέθανεν ο Ααρών εκεί επί της κορυφής του όρους· και κατέβησαν Μωϋσής και Ελεάζαρ από του όρους.
29 καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πᾶς οἶκος Ισραηλ
Και είδε πάσα η συναγωγή ότι ετελεύτησεν ο Ααρών· και επένθησαν τον Ααρών τριάκοντα ημέρας πας ο οίκος Ισραήλ.

< Ἀριθμοί 20 >