< Ἀριθμοί 15 >
1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων,
2 λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν ἣν ἐγὼ δίδωμι ὑμῖν
Λάλησον προς τους υιούς Ισραήλ και ειπέ προς αυτούς, Όταν εισέλθητε εις την γην της κατοικήσεώς σας, την οποίαν εγώ δίδω εις εσάς,
3 καὶ ποιήσεις ὁλοκαυτώματα κυρίῳ ὁλοκάρπωμα ἢ θυσίαν μεγαλῦναι εὐχὴν ἢ καθ’ ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας κυρίῳ εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων
και κάμητε προσφοράν διά πυρός προς τον Κύριον, ολοκαύτωμα, θυσίαν εις εκπλήρωσιν ευχής ή αυτοπροαιρέτως ή εις τας εορτάς σας, διά να κάμητε οσμήν ευωδίας προς τον Κύριον, είτε εκ των βοών είτε εκ των προβάτων,
4 καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οιφι ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν
τότε ο προσφέρων το δώρον αυτού προς τον Κύριον θέλει φέρει προσφοράν εξ αλφίτων από ενός δεκάτου σεμιδάλεως, εζυμωμένης με το τέταρτον ενός ιν ελαίου·
5 καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ιν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως ἢ ἐπὶ τῆς θυσίας τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο κάρπωμα ὀσμὴν εὐωδίας τῷ κυρίῳ
και οίνον διά σπονδήν, το τέταρτον ενός ιν, θέλεις προσθέσει εις το ολοκαύτωμα ή την θυσίαν, δι' έκαστον αρνίον.
6 καὶ τῷ κριῷ ὅταν ποιῆτε αὐτὸν ἢ εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ τὸ τρίτον τοῦ ιν
Η δι' έκαστον κριόν θέλεις προσθέσει προσφοράν εξ αλφίτων, δύο δέκατα σεμιδάλεως εζυμωμένης με το τρίτον ενός ιν ελαίου·
7 καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ιν προσοίσετε εἰς ὀσμὴν εὐωδίας κυρίῳ
και οίνον διά σπονδήν θέλεις προσφέρει, το τρίτον ενός ιν, εις οσμήν ευωδίας προς τον Κύριον.
8 ἐὰν δὲ ἀπὸ τῶν βοῶν ποιῆτε εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν μεγαλῦναι εὐχὴν ἢ εἰς σωτήριον κυρίῳ
Εάν δε προσφέρης μόσχον εκ βοών δι' ολοκαύτωμα ή διά θυσίαν προς εκπλήρωσιν ευχής ή διά ειρηνικήν προσφοράν προς τον Κύριον,
9 καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ιν
τότε θέλεις φέρει μετά του μόσχου εκ βοών προσφοράν εξ αλφίτων, τρία δέκατα σεμιδάλεως εζυμωμένης με εν ήμισυ ιν ελαίου·
10 καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ιν κάρπωμα ὀσμὴν εὐωδίας κυρίῳ
και θέλεις φέρει οίνον διά σπονδήν, το ήμισυ του ιν, εις προσφοράν γινομένην διά πυρός, εις οσμήν ευωδίας προς τον Κύριον.
11 οὕτως ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν
ούτω θέλει γίνεσθαι δι' ένα μόσχον ή δι' ένα κριόν ή δι' αρνίον ή διά τράγον.
12 κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε οὕτω ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν
Κατά τον αριθμόν τον οποίον θέλετε προσφέρει, ούτω θέλετε κάμει εις έκαστον κατά τον αριθμόν αυτών.
13 πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ
Πάντες οι αυτόχθονες θέλουσι κάμει ταύτα κατά τον τρόπον τούτον, προσφέροντες προσφοράν γινομένην διά πυρός εις οσμήν ευωδίας προς τον Κύριον.
14 ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν ἢ ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας κυρίῳ ὃν τρόπον ποιεῖτε ὑμεῖς οὕτως ποιήσει ἡ συναγωγὴ κυρίῳ
Και εάν παροική μεταξύ σας ξένος ή οποιοσδήποτε είναι μεταξύ σας εις τας γενεάς σας, και θέλη να κάμη προσφοράν γινομένην διά πυρός εις οσμήν ευωδίας προς τον Κύριον, καθώς σεις κάμνετε, ούτω θέλει κάμει·
15 νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν νόμος αἰώνιος εἰς γενεὰς ὑμῶν ὡς ὑμεῖς καὶ ὁ προσήλυτος ἔσται ἔναντι κυρίου
εις νόμος θέλει είσθαι διά σας τους εκ της συναγωγής και διά τον ξένον τον παροικούντα μεταξύ σας, νόμιμον αιώνιον εις τας γενεάς σας· καθώς σεις, ούτω θέλει είσθαι και ο ξένος ενώπιον του Κυρίου·
16 νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν
εις νόμος και μία διάταξις θέλει είσθαι διά σας και διά τον ξένον τον παροικούντα μεταξύ σας.
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
18 λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ
Λάλησον προς τους υιούς Ισραήλ και ειπέ προς αυτούς, Όταν έλθητε εις την γην, εις την οποίαν εγώ σας φέρω,
19 καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα κυρίῳ
τότε όταν φάγητε εκ των άρτων της γης, θέλετε προσφέρει εις τον Κύριον προσφοράν υψουμένην.
20 ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον ἀφαίρεμα ἀφοριεῖτε αὐτό ὡς ἀφαίρεμα ἀπὸ ἅλω οὕτως ἀφελεῖτε αὐτόν
Θέλετε προσφέρει άρτον εκ της πρώτης ζύμης σας, εις προσφοράν υψουμένην· καθώς την προσφοράν την υψουμένην από του αλωνίου σας, ούτω θέλετε υψώσει αυτήν.
21 ἀπαρχὴν φυράματος ὑμῶν καὶ δώσετε κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν
Εκ του πρώτου της ζύμης σας θέλετε δώσει εις τον Κύριον προσφοράν υψουμένην εις τας γενεάς σας.
22 ὅταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐλάλησεν κύριος πρὸς Μωυσῆν
Και εάν σφάλητε και δεν πράξητε πάντα ταύτα τα προστάγματα, τα οποία ελάλησε Κύριος προς τον Μωϋσήν,
23 καθὰ συνέταξεν κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας ἧς συνέταξεν κύριος πρὸς ὑμᾶς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν
κατά πάντα όσα προσέταξεν ο Κύριος εις εσάς διά χειρός του Μωϋσέως αφ' ης ημέρας ο Κύριος προσέταξε και μετά ταύτα εις τας γενεάς σας·
24 καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
τότε, εάν γείνη τι εξ αγνοίας, χωρίς να εξεύρη αυτό η συναγωγή, πάσα η συναγωγή θέλει προσφέρει ένα μόσχον εκ βοών διά ολοκαύτωμα, εις οσμήν ευωδίας προς τον Κύριον, μετά της εξ αλφίτων προσφοράς αυτού και της σπονδής αυτού κατά το διατεταγμένον, και ένα τράγον εξ αιγών εις προσφοράν περί αμαρτίας·
25 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ισραηλ καὶ ἀφεθήσεται αὐτοῖς ὅτι ἀκούσιόν ἐστιν καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι κυρίου περὶ τῶν ἀκουσίων αὐτῶν
και θέλει κάμει ο ιερεύς εξιλέωσιν υπέρ πάσης της συναγωγής των υιών Ισραήλ, και θέλει συγχωρηθή εις αυτούς· διότι έγεινεν εξ αγνοίας· και θέλουσι φέρει την προσφοράν αυτών, θυσίαν γινομένην διά πυρός προς τον Κύριον, και την περί αμαρτίας προσφοράν αυτών, ενώπιον του Κυρίου, διά την άγνοιαν αυτών·
26 καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς ὅτι παντὶ τῷ λαῷ ἀκούσιον
και θέλει συγχωρηθή εις πάσαν την συναγωγήν των υιών Ισραήλ και εις τον ξένον τον παροικούντα μεταξύ αυτών· διότι πας ο λαός ήμαρτεν εξ αγνοίας.
27 ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας
Εάν δε ψυχή τις αμαρτήση εξ αγνοίας, ούτος πρέπει να φέρη αίγα ενιαύσιον εις προσφοράν περί αμαρτίας·
28 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ
και θέλει κάμει εξιλέωσιν ο ιερεύς υπέρ της ψυχής ήτις ημάρτησεν εξ αγνοίας, όταν αμαρτήση εξ αγνοίας ενώπιον του Κυρίου, διά να κάμη εξιλέωσιν υπέρ αυτού· και θέλει συγχωρηθή εις αυτόν.
29 τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς ὃς ἂν ποιήσῃ ἀκουσίως
Εις νόμος θέλει είσθαι εις εσάς διά τον αυτόχθονα μεταξύ των υιών Ισραήλ και διά τον ξένον τον παροικούντα μεταξύ αυτών, όταν αμαρτήση εξ αγνοίας.
30 καὶ ψυχή ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων τὸν θεὸν οὗτος παροξύνει ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς
Η δε ψυχή ήτις πράξη αμάρτημα με χείρα υπερήφανον, είτε αυτόχθων είτε ξένος, ούτος καταφρονεί τον Κύριον· και θέλει εξολοθρευθή η ψυχή εκείνη εκ μέσου του λαού αυτής.
31 ὅτι τὸ ῥῆμα κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ
Επειδή κατεφρόνησε τον λόγον του Κυρίου και παρέβη την προσταγήν αυτού, η ψυχή εκείνη εξάπαντος θέλει εξολοθρευθή· η αμαρτία αυτής θέλει είσθαι επ' αυτήν.
32 καὶ ἦσαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων
Και ότε ήσαν οι υιοί Ισραήλ εν τη ερήμω, εύρον άνθρωπον συλλέγοντα ξύλα την ημέραν του σαββάτου.
33 καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες αὐτὸν συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ
Και οι ευρόντες αυτόν συλλέγοντα ξύλα έφεραν αυτόν προς τον Μωϋσήν και τον Ααρών και προς πάσαν την συναγωγήν·
34 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν
και έβαλον αυτόν εις φύλαξιν, επειδή δεν ήτο ότι φανερόν τι έπρεπε να κάμωσιν εις αυτόν.
35 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων θανάτῳ θανατούσθω ὁ ἄνθρωπος λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή
Και είπε Κύριος προς τον Μωϋσήν, Ο άνθρωπος εξάπαντος θέλει θανατωθή· πάσα η συναγωγή θέλει λιθοβολήσει αυτόν με λίθους έξω του στρατοπέδου.
36 καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
Και πάσα η συναγωγή έφεραν αυτόν έξω του στρατοπέδου και ελιθοβόλησαν αυτόν με λίθους και απέθανε· καθώς προσέταξε Κύριος εις τον Μωϋσήν.
37 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων,
38 λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον
Λάλησον προς τους υιούς Ισραήλ και ειπέ προς αυτούς να κάμωσι κράσπεδα εις τα άκρα των ιματίων αυτών, εις τας γενεάς αυτών, και να βάλωσιν εις τα κράσπεδα των άκρων ταινίαν κυανήν·
39 καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν κυρίου καὶ ποιήσετε αὐτὰς καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν
και θέλετε έχει αυτήν εις τα κράσπεδα, διά να βλέπητε αυτήν και να ενθυμήσθε πάσας τας εντολάς του Κυρίου και να εκτελήτε αυτάς, και να μη διαστραφήτε κατόπιν των καρδιών σας και κατόπιν των οφθαλμών σας, κατόπιν των οποίων σεις εκπορνεύετε·
40 ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ θεῷ ὑμῶν
διά να ενθυμήσθε και να εκτελήτε πάσας τας εντολάς μου, και να ήσθε άγιοι εις τον Θεόν σας.
41 ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγῶν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός ἐγὼ κύριος ὁ θεὸς ὑμῶν
Εγώ είμαι Κύριος ο Θεός σας, όστις εξήγαγον υμάς εκ γης Αιγύπτου, διά να ήμαι Θεός σας. Εγώ είμαι Κύριος ο Θεός σας.