< Ἀριθμοί 13 >

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν λέγων,
2 ἀπόστειλον σεαυτῷ ἄνδρας καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς πάντα ἀρχηγὸν ἐξ αὐτῶν
Απόστειλον άνδρας διά να κατασκοπεύσωσι την γην Χαναάν, την οποίαν εγώ δίδω εις τους υιούς Ισραήλ· από πάσης φυλής των πατέρων αυτών θέλετε αποστείλει ανά ένα άνδρα, έκαστον εξ αυτών αρχηγόν.
3 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι
Και απέστειλεν αυτούς ο Μωϋσής διά προσταγής του Κυρίου εκ της ερήμου Φαράν. Πάντες οι άνδρες ούτοι ήσαν αρχηγοί των υιών Ισραήλ.
4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ
Και ταύτα ήσαν τα ονόματα αυτών· εκ της φυλής Ρουβήν, Σαμμουά ο υιός του Σακχούρ·
5 τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι
εκ της φυλής Συμεών, Σαφάτ ο υιός του Χορρί·
6 τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη
εκ της φυλής Ιούδα, Χάλεβ ο υιός του Ιεφοννή·
7 τῆς φυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ
εκ της φυλής Ισσάχαρ, Ιγάλ ο υιός του Ιωσήφ·
8 τῆς φυλῆς Εφραιμ Αυση υἱὸς Ναυη
εκ της φυλής Εφραΐμ, Αυσή ο υιός του Ναυή·
9 τῆς φυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραφου
εκ της φυλής Βενιαμίν, Φαλτί ο υιός του Ραφού·
10 τῆς φυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι
εκ της φυλής Ζαβουλών, Γαδιήλ ο υιός του Σουδί·
11 τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι
εκ της φυλής Ιωσήφ, εκ της φυλής Μανασσή, Γαδδί ο υιός του Σουσί·
12 τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι
εκ της φυλής Δαν, Αμμιήλ ο υιός του Γεμαλί·
13 τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ
εκ της φυλής Ασήρ, Σεθούρ ο υιός του Μιχαήλ·
14 τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι
εκ της φυλής Νεφθαλί, Νααβί ο υιός του Βαυσί·
15 τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι
εκ της φυλής Γαδ, Γεουήλ ο υιός του Μαχί.
16 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν
Ταύτα είναι τα ονόματα των ανδρών, τους οποίους απέστειλεν ο Μωϋσής διά να κατασκοπεύσωσι την γήν· και επωνόμασεν ο Μωϋσής τον Αυσή, τον υιόν του Ναυή, Ιησούν.
17 καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος
Και απέστειλεν αυτούς ο Μωϋσής διά να κατασκοπεύσωσι την γην Χαναάν· και είπε προς αυτούς, Ανάβητε από του μέρους τούτου της μεσημβρίας και θέλετε αναβή εις το όρος·
18 καὶ ὄψεσθε τὴν γῆν τίς ἐστιν καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ’ αὐτῆς εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί
και θεωρήσατε την γην, οποία είναι, και τον λαόν τον κατοικούντα εν αυτή, εάν ήναι δυνατός ή αδύνατος, ολίγοι ή πολλοί·
19 καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ’ αὐτῆς εἰ καλή ἐστιν ἢ πονηρά καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις
και οποία είναι η γη εν ή ούτοι κατοικούσι, καλή ήναι ή κακή· και οποίαι είναι αι πόλεις, τας οποίας ούτοι κατοικούσιν, ατείχιστοι ή περιτετειχισμέναι·
20 καὶ τίς ἡ γῆ εἰ πίων ἢ παρειμένη εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος πρόδρομοι σταφυλῆς
και οποία είναι η γη, παχεία ήναι ή λεπτή, εάν υπάρχωσιν εν αυτή δένδρα ή ουχί· και ανδρίζεσθε και φέρετε από των καρπών της γης. Αι δε ημέραι ήσαν αι ημέραι των πρώτων σταφυλών.
21 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ
Και αναβάντες κατεσκόπευσαν την γην από της ερήμου Σιν έως Ρεώβ, κατά την είσοδον Αιμάθ.
22 καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρων καὶ ἐκεῖ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ καὶ Χεβρων ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου
Και ανέβησαν κατά το μεσημβρινόν, και ήλθον έως Χεβρών, όπου ήσαν Αχιμάν, Σεσαΐ και Θαλμαΐ, οι υιοί του Ανάκ. Η δε Χεβρών εκτίσθη επτά έτη προ της Τάνεως της Αιγύπτου.
23 καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ’ αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ’ ἀναφορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν
Και ήλθον μέχρι της φάραγγος Εσχώλ, και έκοψαν εκείθεν κλήμα αμπέλου μετά ενός βότρυος σταφυλής, και εβάσταζον αυτό δύο επί ξύλου· έφεραν και ρόδια και σύκα.
24 τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ
Ο τόπος εκείνος ωνομάσθη φάραγξ Εσχώλ· διά τον βότρυν τον οποίον έκοψαν εκείθεν οι υιοί Ισραήλ.
25 καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας
Και επέστρεψαν, αφού κατεσκόπευσαν την γην, μετά τεσσαράκοντα ημέρας.
26 καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ τῇ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς
Και πορευθέντες ήλθον προς τον Μωϋσήν, και προς τον Ααρών, και προς πάσαν την συναγωγήν των υιών Ισραήλ, εκ τη ερήμω Φαράν, εις Κάδης· και έφεραν απόκρισιν προς αυτούς, και προς πάσαν την συναγωγήν, και έδειξαν εις αυτούς τον καρπόν της γης.
27 καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν ἤλθαμεν εἰς τὴν γῆν εἰς ἣν ἀπέστειλας ἡμᾶς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ οὗτος ὁ καρπὸς αὐτῆς
Και απήγγειλαν προς αυτόν, και είπον, Ήλθομεν εις την γην, εις την οποίαν απέστειλας εμάς, και είναι τωόντι γη ρέουσα γάλα και μέλι και ιδού, ο καρπός αυτής·
28 ἀλλ’ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ’ αὐτῆς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκεῖ
ο λαός όμως, ο κατοικών εν τη γη, είναι δυνατός, και αι πόλεις περιτετειχισμέναι, μεγάλαι σφόδρα· προς τούτοις, είδομεν εκεί και τους υιούς του Ανάκ·
29 καὶ Αμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ὁ Χετταῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν
οι Αμαληκίται κατοικούσιν εν τη γη της μεσημβρίας· και οι Χετταίοι, και οι Ιεβουσαίοι, και οι Αμορραίοι, κατοικούσιν επί τα όρη· και οι Χαναναίοι κατοικούσι παρά την θάλασσαν και τας όχθας του Ιορδάνου.
30 καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς
Και ο Χάλεβ κατεσίγασε τον λαόν έμπροσθεν του Μωϋσέως, και είπεν, Ας αναβώμεν ευθύς, και ας εξουσιάσωμεν αυτήν· διότι δυνάμεθα να κυριεύσωμεν αυτήν.
31 καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ’ αὐτοῦ εἶπαν οὐκ ἀναβαίνομεν ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον
Οι άνθρωποι όμως, οι συναναβάντες μετ' αυτού, είπαν, Δεν δυνάμεθα να αναβώμεν επί τον λαόν τούτον, διότι είναι δυνατώτεροι ημών.
32 καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτήν πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες τὴν γῆν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἐστιν πᾶς ὁ λαός ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες ὑπερμήκεις
Και δυσφήμησαν την γην, την οποίαν κατεσκόπευσαν, προς τους υιούς Ισραήλ, λέγοντες, Η γη, την οποίαν διεπεράσαμεν διά να κατασκοπεύσωμεν αυτήν, είναι γη κατατρώγουσα τους κατοίκους αυτής· και πας ο λαός, τον οποίον είδομεν εν αυτή είναι άνδρες υπερμεγέθεις·
33 καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν
και είδομεν εκεί τους γίγαντας, τους υιούς Ανάκ, του εκ των γιγάντων· και εβλέπομεν εαυτούς ως ακρίδας και τοιούτους έβλεπον ημάς αυτοί.

< Ἀριθμοί 13 >