< Ἀριθμοί 10 >

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
2 ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς ἐλατὰς ποιήσεις αὐτάς καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς
Κάμε εις σεαυτόν δύο σάλπιγγας αργυράς· σφυρηλάτους θέλεις κάμει αυτάς, και θέλουσιν είσθαι εις σε διά να συγκαλής την συναγωγήν, και να βάλλης εις κίνησιν τα στρατόπεδα.
3 καὶ σαλπίσεις ἐν αὐταῖς καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
Και όταν σαλπίζωσι δι' αυτών, πάσα η συναγωγή θέλει συναθροίζεσθαι προς σε εις την θύραν της σκηνής του μαρτυρίου.
4 ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ισραηλ
Εάν δε σαλπίσωσι διά μιας μόνης, τότε θέλουσι συναθροίζεσθαι προς σε οι άρχοντες, οι αρχηγοί των χιλιάδων του Ισραήλ.
5 καὶ σαλπιεῖτε σημασίαν καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς
Και όταν σαλπίζητε αλαλαγμόν, τότε θέλουσι σηκόνεσθαι τα στρατόπεδα τα εστρατοπεδευμένα προς ανατολάς.
6 καὶ σαλπιεῖτε σημασίαν δευτέραν καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα καὶ σαλπιεῖτε σημασίαν τρίτην καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν καὶ σαλπιεῖτε σημασίαν τετάρτην καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν
Και όταν σαλπίζητε αλαλαγμόν δεύτερον, τότε θέλουσι σηκόνεσθαι τα στρατόπεδα τα εστρατοπεδευμένα προς νότον· θέλουσι σαλπίζει αλαλαγμόν διά να σηκωθώσι.
7 καὶ ὅταν συναγάγητε τὴν συναγωγήν σαλπιεῖτε καὶ οὐ σημασίᾳ
Όταν δε συγκαλήται η συναγωγή, θέλετε σαλπίζει, ουχί όμως αλαλαγμόν.
8 καὶ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν
Και οι υιοί του Ααρών, οι ιερείς, θέλουσι σαλπίζει διά των σαλπίγγων· και ταύτα θέλουσιν είσθαι εις εσάς νόμιμον αιώνιον εις τας γενεάς σας.
9 ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν καὶ σημανεῖτε ταῖς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν
Και εάν εξέλθητε εις μάχην εν τη γη υμών κατά του εχθρού του πολεμούντος εναντίον υμών, τότε θέλετε σαλπίζει αλαλαγμόν διά των σαλπίγγων και θέλετε ελθεί εις ενθύμησιν ενώπιον Κυρίου του Θεού υμών και θέλετε διασωθή εκ των εχθρών υμών.
10 καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ θεοῦ ὑμῶν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν
Και εις τας ημέρας της ευφροσύνης υμών και εις τας εορτάς υμών, και εις τας νεομηνίας υμών θέλετε σαλπίζει διά των σαλπίγγων επί των ολοκαυτωμάτων υμών και επί των θυσιών των ειρηνικών προσφορών υμών, και θέλουσιν είσθαι εις υμάς προς ενθύμησιν ενώπιον του Θεού υμών. Εγώ είμαι Κύριος ο Θεός υμών.
11 καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου
Και την εικοστήν του δευτέρου μηνός του δευτέρου έτους ανέβη η νεφέλη από της σκηνής του μαρτυρίου.
12 καὶ ἐξῆραν οἱ υἱοὶ Ισραηλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινα καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαραν
Και εσηκώθησαν οι υιοί Ισραήλ κατά την τάξιν της οδοιπορίας αυτών από της ερήμου Σινά, και εστάθη η νεφέλη εν τη ερήμω Φαράν.
13 καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ
Και εσηκώθησαν πρώτον, καθώς προσέταξε Κύριος διά χειρός του Μωϋσέως.
14 καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ιουδα πρῶτοι σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσων υἱὸς Αμιναδαβ
Και πρώτη εσηκώθη η σημαία του στρατοπέδου των υιών Ιούδα, κατά τα τάγματα αυτών, και επί του στρατεύματος αυτού ήτο Ναασσών ο υιός του Αμμιναδάβ.
15 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
Και επί του στρατεύματος της φυλής των υιών Ισσάχαρ ήτο Ναθαναήλ ο υιός του Σουάρ.
16 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
Και επί του στρατεύματος της φυλής των υιών Ζαβουλών, Ελιάβ ο υιός του Χαιλών.
17 καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσων καὶ οἱ υἱοὶ Μεραρι αἴροντες τὴν σκηνήν
Και κατεβίβασαν την σκηνήν· και οι υιοί Γηρσών και οι υιοί Μεραρί εσηκώθησαν, βαστάζοντες την σκηνήν.
18 καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ρουβην σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισουρ υἱὸς Σεδιουρ
Έπειτα εσηκώθη σημαία του στρατοπέδου του Ρουβήν κατά τα τάγματα αυτών, και επί του στρατεύματος αυτού ήτο Ελισούρ ο υιός του Σεδιούρ.
19 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
Και επί του στρατεύματος της φυλής των υιών Συμεών ήτο Σελουμιήλ ο υιός του Σουρισαδαΐ.
20 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γαδ Ελισαφ ὁ τοῦ Ραγουηλ
Και επί του στρατεύματος της φυλής των υιών Γαδ ήτο Ελιασάφ ο υιός του Δεουήλ.
21 καὶ ἐξαροῦσιν οἱ υἱοὶ Κααθ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν ἕως παραγένωνται
Και οι Κααθίται εσηκώθησαν, βαστάζοντες τα άγια, και οι άλλοι έστηνον την σκηνήν εωσού αυτοί φθάσωσι.
22 καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Εφραιμ σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισαμα υἱὸς Εμιουδ
Έπειτα εσηκώθη η σημαία του στρατοπέδου των υιών Εφραΐμ, κατά τα τάγματα αυτών, και επί του στρατεύματος αυτού ήτο Ελισαμά ο υιός του Αμμιούδ.
23 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασση Γαμαλιηλ ὁ τοῦ Φαδασσουρ
Και επί του στρατεύματος της φυλής των υιών Μανασσή ήτο Γαμαλιήλ ο υιός του Φεδασσούρ.
24 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμιν Αβιδαν ὁ τοῦ Γαδεωνι
Και επί του στρατεύματος της φυλής των υιών Βενιαμίν ήτο Αβειδάν ο υιός του Γιδεωνί.
25 καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς υἱῶν Δαν ἔσχατοι πασῶν τῶν παρεμβολῶν σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Αχιεζερ ὁ τοῦ Αμισαδαι
Έπειτα εσηκώθη η σημαία του στρατοπέδου των υιών Δαν κατόπιν πάντων των στρατοπέδων κατά τα τάγματα αυτών, και επί του στρατεύματος αυτού ήτο Αχιέζερ ο υιός του Αμμισαδαΐ.
26 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
Και επί του στρατεύματος της φυλής των υιών Ασήρ ήτο Φαγαιήλ ο υιός του Οχράν.
27 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν
Και επί του στρατεύματος της φυλής των υιών Νεφθαλί ήτο Αχιρά ο υιός του Αινάν.
28 αὗται αἱ στρατιαὶ υἱῶν Ισραηλ καὶ ἐξῆραν σὺν δυνάμει αὐτῶν
Ούτως εγίνετο η οδοιπορία των υιών Ισραήλ κατά τα τάγματα αυτών, ότε εσηκόνοντο.
29 καὶ εἶπεν Μωυσῆς τῷ Ιωβαβ υἱῷ Ραγουηλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπεν κύριος τοῦτον δώσω ὑμῖν δεῦρο μεθ’ ἡμῶν καὶ εὖ σε ποιήσομεν ὅτι κύριος ἐλάλησεν καλὰ περὶ Ισραηλ
Και είπεν ο Μωϋσής προς τον Οβάβ, υιόν του Ραγουήλ του Μαδιανίτου, πενθερού του Μωϋσέως, Ημείς υπάγομεν εις τον τόπον περί του οποίου είπεν ο Κύριος, Τούτον θέλω δώσει εις εσάς· ελθέ μεθ' ημών και θέλομεν σε αγαθοποιήσει επειδή ο Κύριος ελάλησεν αγαθά περί του Ισραήλ.
30 καὶ εἶπεν πρὸς αὐτόν οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου
Και είπε προς αυτόν, δεν θέλω ελθεί αλλά θέλω επιστρέψει εις την γην μου και εις την γενεάν μου.
31 καὶ εἶπεν μὴ ἐγκαταλίπῃς ἡμᾶς οὗ εἵνεκεν ἦσθα μεθ’ ἡμῶν ἐν τῇ ἐρήμῳ καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης
Και είπε, Μη μας αφήσης, παρακαλώ, επειδή συ γνωρίζεις που πρέπει να στρατοπεδεύωμεν εν τη ερήμω και θέλεις είσθαι εις ημάς αντί οφθαλμών·
32 καὶ ἔσται ἐὰν πορευθῇς μεθ’ ἡμῶν καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἐὰν ἀγαθοποιήσῃ κύριος ἡμᾶς καὶ εὖ σε ποιήσομεν
και εάν έλθης μεθ' ημών, τα αγαθά εκείνα, τα οποία θέλει κάμει εις ημάς ο Κύριος, τα αυτά θέλομεν κάμει και ημείς εις σε.
33 καὶ ἐξῆραν ἐκ τοῦ ὄρους κυρίου ὁδὸν τριῶν ἡμερῶν καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν
Και ώδοιπόρησαν από του όρους του Κυρίου οδόν τριών ημερών· και η κιβωτός της διαθήκης του Κυρίου προεπορεύετο έμπροσθεν αυτών οδόν τριών ημερών, διά να ζητήση τόπον αναπαύσεως δι' αυτούς.
34 καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς ἐξεγέρθητι κύριε διασκορπισθήτωσαν οἱ ἐχθροί σου φυγέτωσαν πάντες οἱ μισοῦντές σε
Και η νεφέλη του Κυρίου ήτο επάνωθεν αυτών την ημέραν, ότε εσηκόνοντο από του στρατοπέδου.
35 καὶ ἐν τῇ καταπαύσει εἶπεν ἐπίστρεφε κύριε χιλιάδας μυριάδας ἐν τῷ Ισραηλ
Και ότε εσηκόνετο η κιβωτός, έλεγεν ο Μωϋσής, Ανάστα, Κύριε, και διασκορπισθήτωσαν οι εχθροί σου και φυγέτωσαν οι μισούντές σε από προσώπου σου.
36 καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ’ αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς
Και ότε ανεπαύετο, έλεγεν, Επίστρεψον, Κύριε, εις τας χιλιάδας των μυριάδων του Ισραήλ.

< Ἀριθμοί 10 >