< Ἔσδρας Βʹ 7 >
1 καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται
Or il arriva, quand la muraille fut bâtie et que j’eus posé les battants [des portes], qu’on établit dans leurs emplois les portiers, et les chantres, et les lévites.
2 καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
Et je chargeai du gouvernement de Jérusalem Hanani, mon frère, et Hanania, chef du château fort; car c’était un homme fidèle, et il craignait Dieu, plus que beaucoup [d’autres];
3 καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ
et je leur dis que les portes de Jérusalem ne devaient pas être ouvertes avant que le soleil ne soit chaud, et qu’on devait fermer les battants [des portes] pendant qu’ils étaient là, et mettre les barres, et qu’on devait placer des gardes d’entre les habitants de Jérusalem, chacun à son poste, et chacun devant sa maison.
4 καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι
Or la ville était spacieuse et grande, mais le peuple peu nombreux au milieu d’elle, et il n’y avait point de maisons bâties.
5 καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
Et mon Dieu me mit au cœur de rassembler les nobles et les chefs, et le peuple, pour les enregistrer par généalogies. Et je trouvai le registre généalogique de ceux qui étaient montés au commencement, et j’y trouvai écrit:
6 καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
Voici ceux de la province qui remontèrent de la captivité de ceux qui avaient été transportés, lesquels Nebucadnetsar, roi de Babylone, avait transportés, et qui retournèrent à Jérusalem et en Juda, chacun à sa ville,
7 μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ Ισραηλ
ceux qui vinrent avec Zorobabel, Jéshua, Néhémie, Azaria, Raamia, Nakhamani, Mardochée, Bilshan, Mispéreth, Bigvaï, Nehum, [et] Baana. Nombre des hommes du peuple d’Israël:
8 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
Les fils de Parhosh, 2 172;
9 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
les fils de Shephatia, 372;
10 υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
les fils d’Arakh, 652;
11 υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
les fils de Pakhath-Moab, des fils de Jéshua et de Joab, 2 818;
12 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
les fils d’Élam, 1 254;
13 υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
les fils de Zatthu, 845;
14 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
les fils de Zaccaï, 760;
15 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
les fils de Binnuï, 648;
16 υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
les fils de Bébaï, 628;
17 υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
les fils d’Azgad, 2 322;
18 υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
les fils d’Adonikam, 667;
19 υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
les fils de Bigvaï, 2 067;
20 υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
les fils d’Adin, 655;
21 υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
les fils d’Ater, [de la famille] d’Ézéchias, 98;
22 υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
les fils de Hashum, 328;
23 υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
les fils de Bétsaï, 324;
24 υἱοὶ Αριφ ἑκατὸν δώδεκα
les fils de Hariph, 112;
25 υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
les fils de Gabaon, 95;
26 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
les hommes de Bethléhem et de Netopha, 188;
27 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
les hommes d’Anathoth, 128;
28 ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
les hommes de Beth-Azmaveth, 42;
29 ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
les hommes de Kiriath-Jéarim, de Kephira et de Beéroth, 743;
30 ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
les hommes de Rama et de Guéba, 621;
31 ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
les hommes de Micmas, 122;
32 ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς
les hommes de Béthel et d’Aï, 123;
33 ἄνδρες Ναβι‐ααρ πεντήκοντα δύο
les hommes de l’autre Nebo, 52;
34 ἄνδρες Ηλαμ‐ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
les fils de l’autre Élam, 1 254;
35 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
les fils de Harim, 320;
36 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
les fils de Jéricho, 345;
37 υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς
les fils de Lod, de Hadid et d’Ono, 721;
38 υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
les fils de Senaa, 3 930.
39 οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
Sacrificateurs: les fils de Jedahia, de la maison de Jéshua, 973;
40 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
les fils d’Immer, 1 052;
41 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
les fils de Pashkhur, 1 247;
42 υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
les fils de Harim, 1 017.
43 οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες
Lévites: les fils de Jéshua [et] de Kadmiel, d’entre les fils d’Hodva, 74.
44 οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
Chantres: les fils d’Asaph, 148.
45 οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
Portiers: les fils de Shallum, les fils d’Ater, les fils de Talmon, les fils d’Akkub, les fils de Hatita, les fils de Shobaï, 138.
46 οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
Nethiniens: les fils de Tsikha, les fils de Hasupha, les fils de Tabbaoth,
47 υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
les fils de Kéros, les fils de Sia, les fils de Padon,
48 υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
les fils de Lebana, les fils de Hagaba, les fils de Sçalmaï,
49 υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
les fils de Hanan, les fils de Guiddel, les fils de Gakhar,
50 υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
les fils de Reaïa, les fils de Retsin, les fils de Nekoda,
51 υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
les fils de Gazzam, les fils d’Uzza, les fils de Paséakh,
52 υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
les fils de Bésaï, les fils de Meünim, les fils de Nephissim,
53 υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
les fils de Bakbuk, les fils de Hakupha, les fils de Harkhur,
54 υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
les fils de Batslith, les fils de Mekhida, les fils de Harsha,
55 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
les fils de Barkos, les fils de Sisera, les fils de Thamakh,
les fils de Netsiakh, les fils de Hatipha.
57 υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
Fils des serviteurs de Salomon: les fils de Sotaï, les fils de Sophéreth, les fils de Perida,
58 υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
les fils de Jaala, les fils de Darkon, les fils de Guiddel,
59 υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
les fils de Shephatia, les fils de Hattil, les fils de Pokéreth-Hatsebaïm, les fils d’Amon.
60 πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
Tous les Nethiniens et les fils des serviteurs de Salomon, 392.
61 καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν
Et voici ceux qui montèrent de Thel-Mélakh, de Thel-Harsha, de Kerub-Addon, et d’Immer; mais ils ne purent pas montrer leurs maisons de pères et leur descendance, s’ils étaient d’Israël:
62 υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
les fils de Delaïa, les fils de Tobija, les fils de Nekoda, 642;
63 καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ’ ὀνόματι αὐτῶν
et des sacrificateurs, les fils de Hobaïa, les fils d’Hakkots, les fils de Barzillaï, qui prit une femme d’entre les filles de Barzillaï, le Galaadite, et fut appelé de leur nom.
64 οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
Ceux-ci cherchèrent leur inscription généalogique, mais elle ne se trouva pas; et ils furent exclus, comme profanes, de la sacrificature.
65 καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων
Et le Thirshatha leur dit qu’ils ne devaient point manger des choses très saintes, jusqu’à ce que soit suscité le sacrificateur avec les urim et les thummim.
66 καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
Toute la congrégation réunie était de 42 360 [personnes],
67 πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε
sans compter leurs serviteurs et leurs servantes; ceux-ci [étaient au nombre de] 7 337; et parmi eux, il y avait 245 chanteurs et chanteuses.
68 ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
Ils avaient 736 chevaux, 245 mulets,
69 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
435 chameaux, [et] 6720 ânes.
70 καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα
Et une partie des chefs des pères firent des dons pour l’œuvre. Le Thirshatha donna au trésor 1000 dariques d’or, 50 bassins, 530 tuniques de sacrificateurs.
71 καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας
Et des chefs des pères donnèrent au trésor de l’œuvre 20000 dariques d’or et 2200 mines d’argent.
72 καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά
Et ce que donna le reste du peuple fut 20000 dariques d’or, et 2000 mines d’argent, et 67 tuniques de sacrificateurs.
73 καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν
Et les sacrificateurs, et les lévites, et les portiers, et les chantres, et ceux du peuple, et les Nethiniens, et tout Israël, habitèrent dans leurs villes. Et quand arriva le septième mois, les fils d’Israël étaient dans leurs villes.